This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[212]
ἀλλ᾽ εἴπερ εἰσὶ φίλοι καὶ δεινὸν εἰ μὴ πλουτήσει Μειδίας ἡγοῦνται, εἰσὶ μὲν εἰς τὰ μάλιστ᾽ αὐτοὶ πλούσιοι, καὶ καλῶς ποιοῦσι, χρήματα δ᾽ αὐτῷ παρ᾽ ἑαυτῶν δόντων, ἵν᾽ ὑμεῖς μὲν ἐφ᾽ οἷς εἰσήλθετ᾽ ὀμωμοκότες δικαίως ψηφίσησθε, οὗτοι δὲ παρ᾽ αὑτῶν τὰς χάριτας, μὴ μετὰ τῆς ὑμετέρας αἰσχύνης, ποιῶνται. εἰ δ᾽ οὗτοι χρήματ᾽ ἔχοντες μὴ πρόοιντ᾽ ἄν, πῶς ὑμῖν καλὸν τὸν ὅρκον προέσθαι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.