This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
λέγε δ᾽ αὐτοῖς τὴν διαθήκην αὐτήν, ἣν οὗτοι μετὰ τῆς προκλήσεως μεμαρτυρήκασιν: ὑμεῖς δ᾽ ἐνθυμεῖσθ᾽ ἃ λέγω.“Διαθήκητάδε διέθετο Πασίων Ἀχαρνεύς: δίδωμι τὴν ἐμαυτοῦ γυναῖκα Ἀρχίππην Φορμίωνι, καὶ προῖκα ἐπιδίδωμι Ἀρχίππῃ τάλαντον μὲν τὸ ἐκ Πεπαρήθου, τάλαντον δὲ τὸ αὐτόθεν, συνοικίαν ἑκατὸν μνῶν, θεραπαίνας καὶ τὰ χρυσία, καὶ τἄλλα ὅσα ἐστὶν αὐτῇ ἔνδον, ἅπαντα ταῦτα Ἀρχίππῃ δίδωμι.”ἠκούσατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ πλῆθος τῆς προικός, τάλαντον ἐκ Πεπαρήθου, τάλαντον αὐτόθεν, συνοικίαν ἑκατὸν μνῶν, θεραπαίνας καὶ χρυσία, καὶ τἄλλα, φησίν, ὅσ᾽ ἔστιν αὐτῇ δίδωμι, τούτῳ τῷ γράμματι καὶ τοῦ ζητῆσαί τι τῶν καταλειφθέντων ἀποκλείων ἡμᾶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.