previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[226α]

Ξένος
οὐδὲν ἀλλ᾽ τὸ χρηματιστικὸν γένος, ὡς ἔοικεν, ἐριστικῆς ὂν τέχνης, τῆς ἀντιλογικῆς, τῆς ἀμφισβητητικῆς, τῆς μαχητικῆς, τῆς ἀγωνιστικῆς, τῆς κτητικῆς ἔστιν, ὡς λόγος αὖ μεμήνυκε νῦν, σοφιστής.

Θεαίτητος
κομιδῇ μὲν οὖν.

Ξένος
ὁρᾷς οὖν ὡς ἀληθῆ λέγεται τὸ ποικίλον εἶναι τοῦτο τὸ θηρίον καὶ τὸ λεγόμενον οὐ τῇ ἑτέρᾳ ληπτόν;

Θεαίτητος
οὐκοῦν ἀμφοῖν χρή. [226β]

Ξένος
χρὴ γὰρ οὖν, καὶ κατὰ δύναμίν γε οὕτω ποιητέον, τοιόνδε τι μεταθέοντας ἴχνος αὐτοῦ. καί μοι λέγε: τῶν οἰκετικῶν ὀνομάτων καλοῦμεν ἄττα που;

Θεαίτητος
καὶ πολλά: ἀτὰρ ποῖα δὴ τῶν πολλῶν πυνθάνῃ;

Ξένος
τὰ τοιάδε, οἷον διηθεῖν τε λέγομεν καὶ διαττᾶν καὶ βράττειν καὶδιακρίνειν.†

Θεαίτητος
τί μήν;

Ξένος
καὶ πρός γε τούτοις ἔτι ξαίνειν, κατάγειν, κερκίζειν, καὶ μυρία ἐν ταῖς τέχναις ἄλλα τοιαῦτα ἐνόντα ἐπιστάμεθα. γάρ; [226ξ]

Θεαίτητος
τὸ ποῖον αὐτῶν πέρι βουληθεὶς δηλῶσαι παραδείγματα προθεὶς ταῦτα κατὰ πάντων ἤρου;

Ξένος
διαιρετικά που τὰ λεχθέντα εἴρηται σύμπαντα.

Θεαίτητος
ναί.

Ξένος
κατὰ τὸν ἐμὸν τοίνυν λόγον ὡς περὶ ταῦτα μίαν οὖσαν ἐν ἅπασι τέχνην ἑνὸς ὀνόματος ἀξιώσομεν αὐτήν.

Θεαίτητος
τίνα προσειπόντες;

Ξένος
διακριτικήν.

Θεαίτητος
ἔστω.

Ξένος
σκόπει δὴ ταύτης αὖ δύο ἄν πῃ δυνώμεθα κατιδεῖν εἴδη.

Θεαίτητος
ταχεῖαν ὡς ἐμοὶ σκέψιν ἐπιτάττεις. [226δ]

Ξένος
καὶ μὴν ἔν γε ταῖς εἰρημέναις διακρίσεσι τὸ μὲν χεῖρον ἀπὸ βελτίονος ἀποχωρίζειν ἦν, τὸ δ᾽ ὅμοιον ἀφ᾽ ὁμοίου.

Θεαίτητος
σχεδὸν οὕτω νῦν λεχθὲν φαίνεται.

Ξένος
τῆς μὲν τοίνυν ὄνομα οὐκ ἔχω λεγόμενον: τῆς δὲ καταλειπούσης μὲν τὸ βέλτιον διακρίσεως, τὸ δὲ χεῖρον ἀποβαλλούσης ἔχω.

Θεαίτητος
λέγε τί.

Ξένος
πᾶσα τοιαύτη διάκρισις, ὡς ἐγὼ συννοῶ, λέγεται παρὰ πάντων καθαρμός τις.

Θεαίτητος
λέγεται γὰρ οὖν. [226ε]

Ξένος
οὐκοῦν τό γε καθαρτικὸν εἶδος αὖ διπλοῦν ὂν πᾶς ἂν ἴδοι;

Θεαίτητος
ναί, κατὰ σχολήν γε ἴσως: οὐ μὴν ἔγωγε καθορῶ νῦν.

Ξένος
καὶ μὴν τά γε περὶ τὰ σώματα πολλὰ εἴδη καθάρσεων ἑνὶ περιλαβεῖν ὀνόματι προσήκει.

Θεαίτητος
ποῖα καὶ τίνι;

Ξένος
τά τε τῶν ζῴων, ὅσα ἐντὸς σωμάτων ὑπὸ γυμναστικῆς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: