Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35chapter 36chapter 37chapter 38chapter 39chapter 40chapter 41chapter 42chapter 43chapter 44chapter 45chapter 46chapter 47chapter 48chapter 49chapter 50chapter 51chapter 52chapter 53chapter 54chapter 55chapter 56chapter 57chapter 58chapter 59chapter 60chapter 61chapter 62chapter 63chapter 64chapter 65chapter 66chapter 67chapter 68chapter 69chapter 70chapter 71chapter 72chapter 73
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτα διαπραξάμενος ἐπὶ τῆς ἰδίας ἀρχῆς βασιλεὺς Τύλλος Ὁστίλιος, ἀνὴρ ἐν ὀλίγοις ἄξιος εὐλογεῖσθαι τῆς τε εὐτολμίας ἕνεκα τῆς πρὸς τὰ πολέμια καὶ τῆς φρονήσεως τῆς περὶ τὰ δεινά, ὑπὲρ ἄμφω δὲ ταῦτα, ὅτι οὐ ταχὺς ὢν εἰς πόλεμον ἰέναι βέβαιος ἦν καταστὰς εἰς αὐτὸν ἐν ἅπασι τῶν ἀντιπάλων προέχειν, ἔτη δὲ κατασχὼν τὴν ἀρχὴν δύο καὶ τριάκοντα τελευτᾷ τὸν βίον ἐμπρησθείσης τῆς οἰκίας, καὶ σὺν αὐτῷ γυνή τε ἀπόλλυται καὶ τέκνα καὶ ὁ ἄλλος οἰκετικὸς ἅπας ὄχλος καταληφθεὶς ὑπὸ τοῦ πυρός. [2] καταπρησθῆναι δὲ τὴν οἰκίαν οἱ μὲν ὑπὸ κεραυνοῦ λέγουσι μηνίσαντος τοῦ θεοῦ δι᾽ ὀλιγωρίαν ἱερῶν τινων ῾ἐκλιπεῖν γὰρ ἐπὶ τῆς ἀρχῆς τῆς ἐκείνου πατρίους τινὰς θυσίας, ἑτέρας δ᾽ οὐχ ὑπαρχούσας ἐπιχωρίους Ῥωμαίοις παραγαγεῖν᾽, οἱ δὲ πλείους ἐξ ἀνθρωπίνης φασὶν ἐπιβουλῆς τὸ πάθος γενέσθαι ἀνατιθέντες τὸ ἔργον Μαρκίῳ τῷ μετ᾽ ἐκεῖνον ἄρξαντι τῆς πόλεως. [3] τοῦτον γὰρ ἐκ τῆς Νόμα Πομπιλίου θυγατρὸς γενόμενον ἄχθεσθαί τε, ὅτι ἐκ βασιλείου γένους πεφυκὼς αὐτὸς ἰδιώτης ἦν, καὶ γένος ἐπιτρεφόμενον ὁρῶντα τῷ Τύλλῳ παντὸς μάλιστα ὑποπτεύειν, εἴ τι πάθοι Τύλλος εἰς τοὺς ἐκείνου παῖδας ἥξειν τὴν ἀρχήν. ταῦτα δὴ διανοούμενον ἐκ πολλοῦ στήσασθαι κατὰ τοῦ βασιλέως ἐπιβουλὴν πολλοὺς ἔχοντα Ῥωμαίων τοὺς συγκατασκευάζοντας αὐτῷ τὴν δυναστείαν, φίλον [p. 346] δὲ ὄντα τοῦ Τύλλου καὶ ἐν τοῖς μάλιστα πιστευόμενον φυλάττειν ὅτε καιρὸς ἐπιτήδειος φανείη τῆς ἐπιθέσεως. [4] μέλλοντος δὲ τοῦ Τύλλου θυσίαν τινὰ κατ᾽ οἶκον ἐπιτελεῖν, ἣν αὐτοὺς μόνον ἐβούλετο τοὺς ἀναγκαίους εἰδέναι, καὶ κατὰ δαίμονα τῆς ἡμέρας ἐκείνης χειμερίου σφόδρα γενομένης κατά τε ὄμβρον καὶ ζάλην καὶ σκότος, ὥστ᾽ ἔρημον ἀπολειφθῆναι τὸν πρὸ τῆς οἰκίας τόπον τῶν φυλαττόντων, ἐπιτήδειον ὑπολαμβάνοντα τὸν καιρὸν ἅμα τοῖς ἑταίροις ἔχουσιν ὑπὸ ταῖς περιβολαῖς τὰ ξίφη παρελθεῖν εἴσω τῶν θυρῶν, ἀποκτείναντα δὲ τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τῶν ἄλλων ὅσοις ἐνέτυχεν ἐνεῖναι πῦρ εἰς τὴν οἰκίαν κατὰ πολλοὺς τόπους, ταῦτα δὲ πράξαντα τὸν ὑπὲρ τῆς κεραυνώσεως διασπεῖραι λόγον. [5] ἐγὼ δὲ τοῦτον μὲν οὐ δέχομαι τὸν λόγον οὔτ᾽ ἀληθῆ νομίζων οὔτε πιθανόν, τῷ δὲ προτέρῳ μᾶλλον προστιθέμενος κατὰ δαίμονα νομίζω τὸν ἄνδρα ταύτης τῆς τελευτῆς τυχεῖν. οὔτε γὰρ ἀπόρρητον φυλαχθῆναι τὴν πρᾶξιν ὑπὸ πολλῶν συσκευαζομένην. εἰκὸς ἦν, οὔτε τῷ συστήσαντι αὐτὴν βέβαιον ἦν ὅτι μετὰ τὴν Ὁστιλίου τελευτὴν ἐκεῖνον ἀποδείξουσι Ῥωμαῖοι βασιλέα τῆς πόλεως, οὔτ᾽ εἰ τὰ παρ᾽ ἀνθρώπων αὐτῷ πιστὰ καὶ βέβαια ἦν, τά γέ τοι παρὰ τῶν θεῶν ὅμοια ἔμελλε ταῖς ἀνθρωπίναις ἀγνοίαις ἔσεσθαι. [6] μετὰ γὰρ τὴν ὑπὸ τῶν φυλῶν γενησομένην [p. 347] ψηφηφορίαν τοὺς θεοὺς ἔδει τὴν βασιλείαν αὐτῷ δι᾽ οἰωνῶν αἰσίων ἐπιθεσπίσαι: ἄνδρα δὲ μιαρὸν καὶ τοσούτοις ᾑμαγμένον φόνοις ἀδίκοις τίς ἔμελλε θεῶν ἢ δαιμόνων παρήσειν βωμοῖς τε προσιόντα καὶ θυμάτων καταρχόμενον καὶ τὰς ἄλλας ἐπιτελοῦντα θεραπείας; ἐγὼ μὲν δὴ διὰ ταῦτα οὐκ εἰς ἀνθρωπίνην ἐπιβουλὴν ἀλλ᾽ εἰς θεοῦ βούλησιν τὸ ἔργον ἀναφέρω, κρινέτω δ᾽ ἕκαστος ὡς βούλεται.
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.