previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα διαπραξάμενος ἐπὶ τῆς ἰδίας ἀρχῆς βασιλεὺς Τύλλος Ὁστίλιος, ἀνὴρ ἐν ὀλίγοις ἄξιος εὐλογεῖσθαι τῆς τε εὐτολμίας ἕνεκα τῆς πρὸς τὰ πολέμια καὶ τῆς φρονήσεως τῆς περὶ τὰ δεινά, ὑπὲρ ἄμφω δὲ ταῦτα, ὅτι οὐ ταχὺς ὢν εἰς πόλεμον ἰέναι βέβαιος ἦν καταστὰς εἰς αὐτὸν ἐν ἅπασι τῶν ἀντιπάλων προέχειν, ἔτη δὲ κατασχὼν τὴν ἀρχὴν δύο καὶ τριάκοντα τελευτᾷ τὸν βίον ἐμπρησθείσης τῆς οἰκίας, καὶ σὺν αὐτῷ γυνή τε ἀπόλλυται καὶ τέκνα καὶ ἄλλος οἰκετικὸς ἅπας ὄχλος καταληφθεὶς ὑπὸ τοῦ πυρός. [2] καταπρησθῆναι δὲ τὴν οἰκίαν οἱ μὲν ὑπὸ κεραυνοῦ λέγουσι μηνίσαντος τοῦ θεοῦ δι᾽ ὀλιγωρίαν ἱερῶν τινων ῾ἐκλιπεῖν γὰρ ἐπὶ τῆς ἀρχῆς τῆς ἐκείνου πατρίους τινὰς θυσίας, ἑτέρας δ᾽ οὐχ ὑπαρχούσας ἐπιχωρίους Ῥωμαίοις παραγαγεῖν᾽, οἱ δὲ πλείους ἐξ ἀνθρωπίνης φασὶν ἐπιβουλῆς τὸ πάθος γενέσθαι ἀνατιθέντες τὸ ἔργον Μαρκίῳ τῷ μετ᾽ ἐκεῖνον ἄρξαντι τῆς πόλεως. [3] τοῦτον γὰρ ἐκ τῆς Νόμα Πομπιλίου θυγατρὸς γενόμενον ἄχθεσθαί τε, ὅτι ἐκ βασιλείου γένους πεφυκὼς αὐτὸς ἰδιώτης ἦν, καὶ γένος ἐπιτρεφόμενον ὁρῶντα τῷ Τύλλῳ παντὸς μάλιστα ὑποπτεύειν, εἴ τι πάθοι Τύλλος εἰς τοὺς ἐκείνου παῖδας ἥξειν τὴν ἀρχήν. ταῦτα δὴ διανοούμενον ἐκ πολλοῦ στήσασθαι κατὰ τοῦ βασιλέως ἐπιβουλὴν πολλοὺς ἔχοντα Ῥωμαίων τοὺς συγκατασκευάζοντας αὐτῷ τὴν δυναστείαν, φίλον [p. 346] δὲ ὄντα τοῦ Τύλλου καὶ ἐν τοῖς μάλιστα πιστευόμενον φυλάττειν ὅτε καιρὸς ἐπιτήδειος φανείη τῆς ἐπιθέσεως. [4] μέλλοντος δὲ τοῦ Τύλλου θυσίαν τινὰ κατ᾽ οἶκον ἐπιτελεῖν, ἣν αὐτοὺς μόνον ἐβούλετο τοὺς ἀναγκαίους εἰδέναι, καὶ κατὰ δαίμονα τῆς ἡμέρας ἐκείνης χειμερίου σφόδρα γενομένης κατά τε ὄμβρον καὶ ζάλην καὶ σκότος, ὥστ᾽ ἔρημον ἀπολειφθῆναι τὸν πρὸ τῆς οἰκίας τόπον τῶν φυλαττόντων, ἐπιτήδειον ὑπολαμβάνοντα τὸν καιρὸν ἅμα τοῖς ἑταίροις ἔχουσιν ὑπὸ ταῖς περιβολαῖς τὰ ξίφη παρελθεῖν εἴσω τῶν θυρῶν, ἀποκτείναντα δὲ τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τῶν ἄλλων ὅσοις ἐνέτυχεν ἐνεῖναι πῦρ εἰς τὴν οἰκίαν κατὰ πολλοὺς τόπους, ταῦτα δὲ πράξαντα τὸν ὑπὲρ τῆς κεραυνώσεως διασπεῖραι λόγον. [5] ἐγὼ δὲ τοῦτον μὲν οὐ δέχομαι τὸν λόγον οὔτ᾽ ἀληθῆ νομίζων οὔτε πιθανόν, τῷ δὲ προτέρῳ μᾶλλον προστιθέμενος κατὰ δαίμονα νομίζω τὸν ἄνδρα ταύτης τῆς τελευτῆς τυχεῖν. οὔτε γὰρ ἀπόρρητον φυλαχθῆναι τὴν πρᾶξιν ὑπὸ πολλῶν συσκευαζομένην. εἰκὸς ἦν, οὔτε τῷ συστήσαντι αὐτὴν βέβαιον ἦν ὅτι μετὰ τὴν Ὁστιλίου τελευτὴν ἐκεῖνον ἀποδείξουσι Ῥωμαῖοι βασιλέα τῆς πόλεως, οὔτ᾽ εἰ τὰ παρ᾽ ἀνθρώπων αὐτῷ πιστὰ καὶ βέβαια ἦν, τά γέ τοι παρὰ τῶν θεῶν ὅμοια ἔμελλε ταῖς ἀνθρωπίναις ἀγνοίαις ἔσεσθαι. [6] μετὰ γὰρ τὴν ὑπὸ τῶν φυλῶν γενησομένην [p. 347] ψηφηφορίαν τοὺς θεοὺς ἔδει τὴν βασιλείαν αὐτῷ δι᾽ οἰωνῶν αἰσίων ἐπιθεσπίσαι: ἄνδρα δὲ μιαρὸν καὶ τοσούτοις ᾑμαγμένον φόνοις ἀδίκοις τίς ἔμελλε θεῶν δαιμόνων παρήσειν βωμοῖς τε προσιόντα καὶ θυμάτων καταρχόμενον καὶ τὰς ἄλλας ἐπιτελοῦντα θεραπείας; ἐγὼ μὲν δὴ διὰ ταῦτα οὐκ εἰς ἀνθρωπίνην ἐπιβουλὴν ἀλλ᾽ εἰς θεοῦ βούλησιν τὸ ἔργον ἀναφέρω, κρινέτω δ᾽ ἕκαστος ὡς βούλεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: