previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σὺ μὲν εἴτε σπουδάζεις ἐς τὸ ὄνομα τὸ ἐμὸν εἴτε
παίζεις οἶσθα δήπου αὐτός, ἐγὼ δὲ οἷς πέμπεις οὐκ
ἀξιῶ πρός με ὡραΐζεσθαι. καλὰ γάρ σου τὰ δῶρα
ἀκρόδρυα δυοῖν ὀβολοῖν καὶ ὑβριστὴς οἶνος διὰ νεότητα:
πίοι δ᾽ ἂν Φρυγία αὐτόν: ἐγὼ δὲ Λέσβιον
πίνω καὶ Θάσιον καὶ ἀργυρίου δέομαι: ὀπώραν δὲ
ὀπώρᾳ ἀποστέλλειν αὐτόχρημα πῦρ ἐπὶ πῦρ φέρειν
ἐστί. κἀκεῖνο δέ σε οὐ χεῖρον εἰδέναι ταύτῃ ᾗπερ
οὖν καὶ αὐτὴ νοῶ. τοῦ γὰρ χρηματίζεσθαι παρὰ τῶν
βουλομένων μοι προσιέναι καὶ τὸ ὄνομα αἴτιον: παιδεύει
γάρ με ὅτι καὶ τὸ κάλλος τῶν σωμάτων ὀπώρᾳ
ἔοικεν. ἕως οὖν ἀκμάζει, καὶ τὴν ὑπὲρ αὐτοῦ χάριν
προσῆκόν ἐστιν ἀνταπολαμβάνειν: ἐὰν δὲ ἀπορρεύσῃ,
τί ἂν ἄλλο εἴη τὸ ἡμέτερον δένδρον καρπῶν ἅμα καὶ
φύλλων γυμνόν; καίτοιγε ἐκείνοις μὲν φύσις δίδωσιν
ἀναθῆλαι: ἑταίρας δὲ ὀπώρα μία. δεῖ τοίνυν ἐντεῦθεν
ταμιεύεσθαι πρὸς τὸ γῆρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: