This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[78]
ὑμεῖς δ᾽ εἰς τοῦτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, προῆχθ᾽ εὐηθείας καὶ ῥᾳθυμίας ὥστ᾽ οὐδὲ τοιαῦτ᾽ ἔχοντες παραδείγματα ταῦτα μιμεῖσθε, ἀλλ᾽ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί. καὶ τοῦτ᾽ ἀσέβημ᾽ ἔλαττον τίνος ἡγεῖσθε; ἐγὼ μὲν γὰρ οἴομαι δεῖν τὸν εἰς ἱέρ᾽ εἰσιόντα καὶ χερνίβων καὶ κανῶν ἁψόμενον, καὶ τῆς πρὸς τοὺς θεοὺς ἐπιμελείας προστάτην ἐσόμενον οὐχὶ προειρημένον ἡμερῶν ἀριθμὸν ἁγνεύειν, ἀλλὰ τὸν βίον ἡγνευκέναι τοιούτων ἐπιτηδευμάτων οἷα τούτῳ βεβίωται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.