Δικαιόπολις
εὐφημεῖτε, εὐφημεῖτε.
προΐτω σ᾽ τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος:
ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω.
κατάθου τὸ κανοῦν ὦ θύγατερ, ἵν᾽ ἀπαρξώμεθα.
Θυγάτηρ
245ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν,
ἵν᾽ ἔτνος καταχέω τοὐλατῆρος τουτουί.
Δικαιόπολις
καὶ μὴν καλόν γ᾽ ἔστ᾽: ὦ Διόνυσε δέσποτα
κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ
πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν
250ἀγαγεῖν τυχηρῶς τὰ κατ᾽ ἀγροὺς Διονύσια,
στρατιᾶς ἀπαλλαχθέντα: τὰς σπονδὰς δέ μοι
καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας.
ἄγ᾽ ὦ θύγατερ ὅπως τὸ κανοῦν καλὴ καλῶς
οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος
255ὅστις σ᾽ ὀπύσει κἀκποιήσεται γαλᾶς
σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ.
πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα
μή τις λαθών σου περιτράγῃ τὰ χρυσία.
ὦ Ξανθία, σφῷν δ᾽ ἐστὶν ὀρθὸς ἑκτέος
260ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου:
ἐγὼ δ᾽ ἀκολουθῶν ᾁσομαι τὸ φαλλικόν:
σὺ δ᾽ ὦ γύναι θεῶ μ᾽ ἀπὸ τοῦ τέγους. πρόβα.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.