This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
περὶ μὲν τῶν μυστηρίων, ὦ ἄνδρες, ὧν ἕνεκα ἡ ἔνδειξις ἐγένετο καὶ περὶ ὧν ὑμεῖς οἱ μεμυημένοι εἰσεληλύθατε, ἀποδέδεικταί μοι ὡς οὔτε ἠσέβηκα οὔτε μεμήνυκα1 περὶ οὐδενὸς οὔτε ὡμολόγηκα περὶ αὐτῶν, οὐδὲ ἔστι μοι ἁμάρτημα περὶ τὼ θεὼ οὔτε μεῖζον οὔτ᾽ ἔλαττον οὐδὲ ἕν. ὅπερ ἐμοὶ περὶ πλείστου ἐστὶν ὑμᾶς πεῖσαι. καὶ γὰρ οἱ λόγοι τῶν κατηγόρων, οἳ2 ταῦτα τὰ δεινὰ καὶ φρικώδη ἀνωρθίαζον, καὶ λόγους εἶπον ὡς πρότερον ἑτέρων ἁμαρτόντων καὶ ἀσεβησάντων περὶ τὼ θεώ, οἷα ἕκαστος αὐτῶν ἔπαθε καὶ ἐτιμωρήθη — τούτων οὖν ἐμοὶ τῶν λόγων ἢ τῶν ἔργων τί προσήκει;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.