[220δ]
ἕτερον μὲν ἐκείνου, πληκτικὴν δέ τινα θήραν ἡμᾶς προσειπεῖν ἑνὶ λόγῳ νῦν χρεών: ἢ τί τις ἄν, ὦ Θεαίτητε, εἴποι κάλλιον;Θεαίτητος
ἀμελῶμεν τοῦ ὀνόματος: ἀρκεῖ γὰρ καὶ τοῦτο.Ξένος
τῆς τοίνυν πληκτικῆς τὸ μὲν νυκτερινὸν οἶμαι πρὸς πυρὸς φῶς γιγνόμενον ὑπ᾽ αὐτῶν τῶν περὶ τὴν θήραν πυρευτικὴν ῥηθῆναι συμβέβηκεν.Θεαίτητος
πάνυ γε.Ξένος
τὸ δέ γε μεθημερινόν, ὡς ἐχόντων ἐν ἄκροις ἄγκιστρα καὶ τῶν τριοδόντων, πᾶν ἀγκιστρευτικόν.