previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[4] ὧδε μὲν Λέντλῳ καὶ Κεθήγῳ καὶ Στατιλίῳ καὶ Κασσίῳ, τοῖς ἄρχουσι τῆς ἐπαναστάσεως, ἐδέδοκτο, καὶ τὸν καιρὸν ἐπετήρουν: Ἀλλοβρίγων δὲ πρέσβεις, αἰτιώμενοι τοὺς ἡγουμένους αὑτῶν, ... ἐς τὴν Λέντλου συνωμοσίαν ἐπήχθησαν ὡς ἀναστήσοντες ἐπὶ Ῥωμαίους τὴν Γαλατίαν. καὶ Λέντλος μὲν αὐτοῖς συνέπεμπεν ἐς Κατιλίναν Βουλτούρκιον, ἄνδρα Κροτωνιάτην, γράμματα χωρὶς ὀνομάτων γεγραμμένα φέροντα: οἱ δ᾽ Ἀλλόβριγες ἐνδοιάσαντες ἐκοινώσαντο Φαβίῳ Σάγγᾳ, ὃς ἦν τῶν Ἀλλοβρίγων προστάτης, ὥσπερ ἁπάσαις πόλεσιν ἔστι τις ἐν Ῥώμῃ προστάτης. παρὰ δὲ τοῦ Σάγγα μαθὼν Κικέρων συνέλαβεν ἀπιόντας τοὺς Ἀλλόβριγάς τε καὶ Βουλτούρκιον καὶ ἐς τὴν βουλὴν εὐθέως ἐπήγαγεν: οἱ δ᾽ ὡμολόγουν, ὅσα τοῖς ἀμφὶ τὸν Λέντλον συνῄδεσαν, ἀχθέντας τε ἤλεγχον, ὡς Κορνήλιος Λέντλος εἴποι πολλάκις εἱμάρθαι τρεῖς Κορνηλίους γενέσθαι Ῥωμαίων μονάρχους, ὧν ἤδη Κίνναν καὶ Σύλλαν γεγονέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: