Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[ηψποτηεσις]
Πύρρου τὸν ἕτερον <τῶν> τῆς ἀδελφῆς υἱῶν υἱοποιησαμένου Ἔνδιον, καὶ τούτου πλέον ἢ εἴκοσιν ἔτη τὸν κλῆρον1 κατασχόντος, εἶτα ἀποθανόντος, Ξενοκλῆς λαχὼν τῶν χρημάτων ὑπὲρ Φίλης, τῆς ἑαυτοῦ γυναικός, διεμαρτύρησεν εἶναι αὐτὴν γνησίαν Πύρρου θυγατέρα, ἀμφισβητούσης τοῦ κλήρου τῆς Ἐνδίου μητρός: καὶ ἑάλω ψευδομαρτυριῶν, Νικοδήμου καὶ αὐτοῦ μαρτυρήσαντος ἐγγυῆσαι Πύρρῳ τὴν ἀδελφὴν κατὰ τοὺς νόμους, ἐξ ἧς γεγονέναι τὴν Φίλην. ὁ Ἐνδίου δὲ ἀδελφὸς νόθην εἶναί φησιν, ἐξ ἑταίρας Πύρρῳ γενομένην, καὶ οὕτως ὑπὸ Ἐνδίου ἐκδοθῆναι Ξενοκλεῖ. ἡ στάσις στοχασμός, τὸ δὲ ἔγκλημα ψευδομαρτυριῶν κατὰ τοῦ Νικοδήμου.