Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ μὲν ἀγών μοι μέγας ἐστίν, ὦ ἄνδρες δικασταί. οὐ γὰρ μόνον περὶ πολλῶν χρημάτων κινδυνεύω, ἀλλὰ καὶ περὶ τοῦ μὴ δοκεῖν ἀδίκως τῶν ἀλλοτρίων ἐπιθυμεῖν: ὃ ἐγὼ περὶ πλείστου ποιοῦμαι. οὐσία μὲν γὰρ ἱκανή μοι καταλειφθήσεται καὶ τούτων στερηθέντι: εἰ δὲ δόξαιμι μηδὲν προσῆκον τοσαῦτα χρήματ᾽ ἐγκαλέσαι, διαβληθείην ἂν τὸν ἅπαντα βίον.