This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολλῶν τοίνυν τοῖς ἀνδράσιν ὑπαρξάντων καλῶν, ἐν τοῖς πρώτοις δὲ τοῦ μεγίστους ἐλαχίσταις ἀφορμαῖς γενέσθαι, τοῦτο τῷ Δίωνι κάλλιστόν ἐστιν.
οὐ
γὰρ εἶχε τὸν ἀμφισβητοῦντα, καθάπερ ὁ Βροῦτος Κάσσιον, ἄνδρα πρὸς μὲν ἀρετὴν καὶ δόξαν οὐχ ὁμοίως ἀξιόπιστον, εἰς δὲ τὸν πόλεμον οὐκ ἐλάττονας τόλμῃ καὶ δεινότητι καὶ πράξει συμβολὰς παρασχόμενον,
ᾧ γε
καὶ τοῦ παντὸς ἔργου προσποιοῦσιν ἔνιοι τὴν ἀρχήν, ἡγεμόνα τῆς ἐπὶ Καίσαρα γνώμης τοῦτον ἀτρεμοῦντι Βρούτῳ γενέσθαι λέγοντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.