Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ μὲν γράψας τὸ ἐπὶ τῇ νίκῃ τῆς
Ὀλυμπίασιν ἱπποδρομίας εἰς Ἀλκιβιάδην ἐγκώμιον,
εἴτ᾽ Εὐριπίδης, ὡς ὁ πολὺς κρατεῖ λόγος, εἴθ᾽
ἕτερός τις ἦν, Σόσσιε, φησὶ χρῆναι τῷ εὐδαίμονι
πρῶτον ὑπάρξαι ‘τὰν1 πόλιν εὐδόκιμον’ ἐγὼ
δὲ τῷ μὲν εὐδαιμονήσειν μέλλοντι τὴν ἀληθινὴν εὐδαιμονίαν, ἧς ἐν ἤθει καὶ διαθέσει τὸ πλεῖστόν ἐστιν, οὐδὲν διαφέρειν ἡγοῦμαι ἀδόξου καὶ ταπεινῆς πατρίδος ἢ μητρὸς ἀμόρφου καὶ μικρᾶς γενέσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.