This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔστι δὲ καὶ περὶ τῶν Νομᾶ τοῦ βασιλέως
χρόνων, καθ᾽ οὓς γέγονε, νεανικὴ διαφορά, καίπερ ἐξ ἀρχῆς εἰς τοῦτον
κατάγεσθαι τῶν στεμμάτων ἀκριβῶς δοκούντων. ἀλλὰ Κλώδιός τις ἐν ἐλέγχῳ
χρόνων οὕτω γάρ πως ἐπιγέγραπται τὸ βιβλίον ἰσχυρίζεται τὰς μὲν ἀρχαίας
ἐκείνας ἀναγραφὰς ἐν τοῖς Κελτικοῖς πάθεσι τῆς πόλεως ἠφανίσθαι, τὰς
δὲ νῦν φαινομένας οὐκ ἀληθῶς συγκεῖσθαι δι᾽ ἀνδρῶν χαριζομένων τισὶν εἰς
τὰ πρῶτα γένη καὶ τοὺς ἐπιφανεστάτους οἴκους ἐξ οὐ προσηκόντων
εἰσβιαζομένοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.