This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι μὲν οὐδὲν γλύκιον ἧς πατρίδος, φθάνει
προτεθρυλημένον. ἆρ᾽ οὖν ἥδιον μὲν οὐδέν,
σεμνότερον δέ τι καὶ θειότερον ἄλλο; καὶ μὴν ὅσα σεμνὰ καὶ θεῖα νομίζουσιν ἄνθρωποι, τούτων
πατρὶς αἰτία καὶ διδάσκαλος, γεννησαμένη καὶ
ἀναθρεψαμένη καὶ παιδευσαμένη. πόλεων μὲν
οὖν μεγέθη καὶ λαμπρότητας καὶ πολυτελείας κατασκευῶν θαυμάζουσι πολλοί, πατρίδας δὲ
στέργουσι πάντες: καὶ τοσοῦτον οὐδεὶς ἐξηπατήθη τῶν καὶ πάνυ κεκρατημένων ὑπὸ τῆς κατὰ τὴν θέαν ἡδονῆς, ὡς ὑπὸ τῆς ὑπερβολῆς τῶν παρ᾽ ἄλλοις θαυμάτων λήθην ποιήσασθαι τῆς πατρίδος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.