Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ τοίνυν, ὦ Κράτων, δεινήν τινα ταύτην
κατηγορίαν ἐκ πολλοῦ, οἶμαι, παρεσκευασμένος
κατηγόρηκας ὀρχήσεών τε καὶ αὐτῆς ὀρχηστικῆς,
καὶ προσέτι ἡμῶν γε τῶν χαιρόντων τῇ τοιαύτῃ θέᾳ ὡς ἐπὶ φαύλῳ καὶ γυναικείῳ πράγματι
μεγάλην σπουδὴν ποιουμένων, ἄκουσον ὅσον τοῦ ὀρθοῦ διημάρτηκας καὶ ὡς λέληθας σεαυτὸν τοῦ μεγίστου τῶν ἐν τῷ βίῳ ἀγαθῶν κατηγορῶν.
καὶ συγγνώμη σοι εἰ ἐξ ἀρχῆς βίῳ αὐχμηρῷ συζῶν καὶ μόνον τὸ σκληρὸν ἀγαθὸν ἡγούμενος
ὑπ᾽ ἀπειρίας αὐτῶν κατηγορίας ἄξια εἶναι
νενόμικας.
Κράτων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.