polyaenus
Πολιταίνου Σαρδιανοῦδορκάδος ἀρτιτόκοιο τιθηνητήριον οὖθαρ
ἔμπλεον ἠμῦσαν ^ πικρὸς ἔτυψεν ἔχις.
νεβρὸς δ᾽ ἰομιγῆ θηλὴν σπάσε, καὶ τὸ δυσαλθὲς
τραύματος ἐξ ὀλοοῦ πικρὸν ἔβροξε γάλα.
ᾄδην δ᾽ ἠλλάξαντο, καὶ αὐτίκα νηλέι μοίρῃ,
ἣν ἔπορεν γαστήρ, μαστὸς ἀφεῖλε χάριν.