Καλλίνου
“π. ἱερὸν τὸ τοῦ Σμινθέως Ἀπόλλωνος: τοῖς ἐκ τῆς Κρήτης ἀφιγμένοις Τεύκροις, οὓς πρῶτος παρέδωκε Καλλῖνος ὁ τῆς ἐλεγείας ποιητής, ἠκολούθησαν δὲ πολλοί, χρησμὸς ἦν κτλ.” στρ. 13. 604
“φησὶ δὲ Καλλισθένης ἁλῶναι τὰς Σάρδεις ὑπὸ Κιμμερίων πρῶτον, εἶθ᾽ ὑπὸ Τρηρῶν καὶ Λυκίων, ὅπερ καὶ Καλλῖνον δηλοῦν τὸν τῆς ἐλεγείας ποιητήν, ὕστατα δὲ τὴν ἐπὶ Κύρου καὶ Κροίσου γενέσθαι ἅλωσιν. λέγοντος δὲ τοῦ Καλλίνου τὴν ἔφοδον τῶν Κιμμερίων ἐπὶ τοὺς Ἠσιονῆας γεγονέναι καθ᾽ ἣν αἱ Σάρδεις ἑάλωσαν, εἰκάζουσιν οἱ περὶ τὸν Σκήψιον ἰαστὶ λέγεσθαι Ἠσιονεῖς τοὺς Ἀσιονεῖς: ‘τάχα γὰρ ἡ Ἠσιονία ὥσπερ ἡ Μῃονία’ φησίν ‘Ἀσία ἐλέγετο, καθ᾽ ὃ καὶ Ὅμηρος ἔιηκεν: Ἀσίῳ ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα.’ ἀναληφθεῖσα δ᾽ ἀξιολόγως ὕστερον διὰ τὴν ἀρετὴν τῆς χώρας ἡ πόλις καὶ οὐδεμιᾶς λειπομένη τῶν ἀστυγειτόνων, νεωστὶ ὑπὸ σεισμῶν ἀπέβαλε πολλὴν τῆς κατοικίας.” στρ. 13. 627
“καὶ τὸ παλαιὸν δὲ συνέβη τοῖς Μάγνησιν ὑπὸ Τρηρῶν ἄρδην ἀναιρεθῆναι, Κιμμερικοῦ ἔθνους, εὐτυχήσαντας πολὺν χρόνον, τῷ δ᾽ ἑξῆς ἔτει Μιλησίους κατασχεῖν τὸν τόπον. Καλλῖνος μὲν οὖν ὡς εὐτυχούντων ἔτι τῶν Μαγνήτων μέμνηται καὶ κατορθούντων ἐν τῷ πρὸς τοὺς Ἐφεσίους πολέμῳ, Ἀρχίλοχος δὲ ἤδη φαίνεται γνωρίζων τὴν γενομένην αὐτοῖς συμφοράν: ‘κλαίω τὰ Θασίων οὐ τὰ Μαγνήτων κακά.’ ἐξ οὗ καὶ αὐ τὸν νεώτερον εἶναι τοῦ Καλλίνου τεκμαίρεσθαι πάρεστιν. ἄλλης δέ τινος ἐφόδου τῶν Κιμμερίων μέμνηται πρεσβυτέρας ὁ Καλλῖνος ἐπὰν φῇ: ‘νῦν δ᾽ ἐπὶ Κιμμερίων στρατὸς ἔρχεται ὀβριμοεργῶν:’ ἐν ᾗ τὴν Σάρδεων ἅλωσιν δηλοῖ.” στρ. 14. 647
“φησὶ δ᾽ Ἡρόδοτος τοὺς Παμφύλους τῶν μετὰ Ἀμφιλόχου καὶ Κάλχαντος εἶναι λαῶν μιγάδων τινῶν ἐκ Τροίας συνακολουθησάντων: τοὺς μὲν δὴ πολλοὺς ἐνθάδε καταμεῖναι, τινὰς δὲ σκεδασθῆναι πολλαχοῦ τῆς γῆς. Καλλῖνος δὲ τὸν μὲν Κάλχαντα ἐν Κλάρῳ τελευτῆσαι τὸν βίον φησί, τοὺς δὲ λαοὺς μετὰ Μόψου τὸν Ταῦρον ὑπερθέντας τοὺς μὲν ἐν Παμφυλίᾳ μεῖναι, τοὺς δ᾽ ἐν Κιλικίᾳ μερισθῆναι καὶ Συρίᾳ μέχρι καὶ Φοινίκης.” στρ. 14. 668
“ἀπώλοντο δὲ καὶ Μάγνητες οἱ πρὸς τῷ Μαιάνδρῳ διὰ τὸ πλέον ἀνεθῆναι, ὥς φησι Καλλῖνος ἐν τοῖς Ἐλεγείοις καὶ Ἀρχίλοχος: ἑάλωσαν γὰρ ὑπὸ Ἐφεσίων.” ατη. 12. 525ξ
“π. τῶν Ἑπτὰ ἐπὶ Θήβας:ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ὁμοῦ Θερσάνδρῳ στρατευούσιν ἐπὶ τὰς Θήβας, οὓς Ἐπιγόνους καλοῦσιν Ἕλληνες ... ἐποιήθη δὲ ἐς τὸν πόλεμον τοῦτον καὶ ἔπη Θηβαίοις: τὰ δὲ ἔπη ταῦτα Καλλῖνος, ἀφικόμενος αὐτῶν ἐς μνήμην, ἔφησεν Ὅμηρον τὸν ποιήσαντα εἶναι: Καλλίνῳ δὲ πολλοί τε καὶ ἄξιοι λόγου κατὰ ταὐτὰ ἔγνωσαν. ἐγὼ δὲ τὴν ποίησιν ταύτην μετά γε Ἰλιάδα καὶ τὰ ἔπη τὰ ἐς Ὀδυσσέα ἐπαινῶ μάλιστα.” παυς. 9. 9. 5
“π. ἐλεγείας: λέγει δὲ (ὁ Πρόκλος) καὶ ἀριστεῦσαι τῷ μέτρῳ Καλλῖνόν τε τὸν Ἐφέσιον καὶ Μίμνερμον τὸν Κολοφώνιον, ἀλλὰ καὶ τὸν Τηλέφου Φιλητᾶν τὸν Κῷον καὶ Καλλίμαχον τὸν Βάττου.” πηοτ. βιβλ. 319β. 11
“Σημωνίδης μὲν οὖν κατὰ Ἀρχίλοχον φέρεται, Καλλῖνος δὲ πρεσβύτερος οὐ μακρῷ: τῶν γὰρ Μαγνήτων ὁ μὲν Ἀρχίλοχος ὀλωλότων, ὁ δὲ εὐημερούντων μέμνηται: Εὔμηλος δὲ ὁ Κορίνθιος πρεσβύτερος ὢν ἐπιβεβληκέναι Ἀρχίᾳ τῷ Συρακούσας κτίσαντι.” ξλεμ. αλ. στρ.ι. 144ς
ἐλεγείων
“Καλλίνου:
μέχρις τεῦ κατάκεισθε; κότ᾽ ἄλκιμον ἕξετε θυμόν,” στοβ. φλ. 51. 19
ὦ νέοι; οὐδ᾽ αἰδεῖσθ᾽ ἀμφιπερικτίονας
ὧδε λίην μεθιέντες; ἐν εἰρήνῃ δὲ δοκεῖτε
ἧσθαι, ἀτὰρ πόλεμος γαῖαν ἅπασαν ἔχει;
... 5καί τις ἀποθνῄσκων ὕστατ᾽ ἀκοντισάτω.
τιμῆέν τε γάρ ἐστι καὶ ἀγλαὸν ἀνδρὶ μάχεσθαι
γῆς πέρι καὶ παίδων κουριδίης τ᾽ ἀλόχου
δυσμενέσιν: θάνατος δὲ τότ᾽ ἔσσεται, ὁππότε κεν δὴ
Μοῖραι ἐπικλώσωσ᾽: ἀλλά τις ἰθὺς ἴτω
10ἔγχος ἀνασχόμενος καὶ ὑπ᾽ ἀσπίδος ἄλκιμον ἦτορ
ἔλσας τὸ πρῶτον μειγνυμένου πολέμου:
οὐ γάρ κως θάνατόν γε φυγεῖν εἱμαρμένον ἐστὶν
ἄνδρ᾽, οὐδ᾽ εἰ προγόνων ᾖ γένος ἀθανάτων.
πολλάκι δηϊοτῆτα φυγὼν καὶ δοῦπον ἀκόντων
15>ἔρχεται, ἐν δ᾽ οἴκῳ μοῖρα κίχεν θανάτου:
ἀλλ᾽ ὁ μὲν οὐκ ἔμπης δήμῳ φίλος οὐδὲ ποθεινός,
τὸν δ᾽ ὀλίγος στενάχει καὶ μέγας, ἤν τι πάθῃ:
λαῷ γὰρ σύμπαντι πόθος κρατερόφρονος ἀνδρὸς
θνῄσκοντος, ζώων δ᾽ ἄξιος ἡμιθέων:
20ὥσπερ γὰρ πύργον μιν ἐν ὀφθαλμοῖσιν ὁρῶσιν:
ἕρδει γὰρ πολλῶν ἄξια μοῦνος ἐών.
“Σμύρνα ἐκαλεῖτο ἡ Ἔφεσος: καὶ Καλλῖνός που οὕτως ὠνόμακεν αὐτήν, Σμυρναίους τοὺς Ἐφεσίους καλῶν ἐν τῷ πρὸς Δία λόγῳ:
καὶ πάλιν:”στρ. 14. 633
“ἄλλης δέ τινος ἐφόδου τῶν Κιμμερίων μέμνηται πρεσβυτέρας ὁ Καλλῖνος, ἐπὰν φῇ:
ἐν ᾗ τὴν Σάρδεων ἅλωσιν δηλοῖ. ”στρ. 14. 647
“τρῆρες: Θράκιον ἔθνος: λέγεται καὶ τρισυλλάβως παρὰ Καλλίνῳ τῷ ποιητῇ:
” στεπη. βψζ.
Τυρταίου
“Τυρταῖος: (ά) Ἀρχεμβρότου, Λάκων ἢ Μιλήσιος, ἐλεγειοποιὸς καὶ αὐλητής: ὃν λόγος τοῖς μέλεσι χρησάμενον παροτρῦναι Λακεδαιμονίους πολεμοῦντας Μεσσηνίοις καὶ ταύτῃ ἐπικρατεστέρους ποιῆσαι. ἔστι δὲ παλαίτατος, σύγχρονος τοῖς Ἑπτὰ κληθεῖσι Σοφοῖς, ἢ καὶ παλαίτερος. ἤκμαζε γοῦν κατὰ τὴν λε᾽ Ὀλυμπιάδα. ἔγραψε Πολιτείαν Λακεδαιμονίοις καὶ Ὑποθήκας δί᾽ ἐλεγείας, καὶ μέλη πολεμιστήρια, βιβλία ε᾽. (β́) ὅτι Λακεδαιμόνιοι ὤμοσαν ἢ Μεσσήνην αἱρήσειν ἢ αὐτοὶ τεθνήξεσθαι. χρήσαντος δὲ τοῦ θεοῦ στρατηγὸν παρὰ Ἀθηναίων λαβεῖν, λαμβάνουσι Τυρταῖον τὸν ποιητήν, χωλὸν ἄνδρα: ὃς ἐπ᾽ ἀρετὴν αὐτοὺς παρακαλῶν εἷλε τῷ κ᾽ ἔτει τὴν Μεσσήνην. καὶ ταύτην κατέσκαψαν, καὶ τοὺς αἰχμαλώτους ἐν τοῖς Εἵλωσι κατέταξαν.” συιδ.
“ΑΘΗΝΑΙΟΣ ΞΕΝΟΣ, ΜΕΓΙΛΛΟΣ ΛΑΚΕΔΑΙΜΟΝΙΟΣ, ΚΛΕΙΝΙΑΣ ΚΡΗΣ: ΑΘ. προστησώμεθα γοῦν Τύρταιον, τὸν φύσει μὲν Ἀθηναῖον, τῶνδε δὲ (τῶν Λακεδαιμονίων) πολίτην γενόμενον, ὃς δὴ μάλιστα ἀνθρώπων περὶ ταῦτα ἐσπούδακεν, εἰὼν ὅτι: ‘οὔτ᾽ ἂν μνησαίμην οὔτ᾽ ἐν λόγῳ ἄνδρα τιθείμην,’ οὔτ᾽ εἰ τις πλουσιώτατος ἀνθρώπων πων εἴη, φησίν, οὔτ᾽ εἰ πολλὰ ἀγαθὰ κεκτημένος, εἰπὼν σχεδὸν ἅπαντα, ὃς μὴ περὶ τὸν πόλεμον ἄριστος γίγνοιτ᾽ ἀεί. ταῦτα γὰρ ἀκήκοάς που καὶ σὺ τὰ ποιήματα: ὅδε μὲν γὰρ οἶμαι διακορὴς αὐτῶν ἐστι. ΜΕ. πάνυ μὲν οὖν. ΚΛ. καὶ μὴν καὶ παρ᾽ ἡμᾶς ἐλήλυθε κομισθέντα ἐκ Λακεδαίμονος.” πλατ. λεγγ. 629α
“ὁ Τυρταῖος οὗτος Ἀθηναῖος ἐγένετο, εὐτελὴς τὴν τύχην: γραμματιστής γὰρ ἦν καὶ χωλὸς τὸ σῶμα, καταφρονούμενος ἐν Ἀθήναις. τοῦτον Λακεδαιμονίοις ἔχρησεν ὁ Ἀπόλλων μεταπέμψασθαι, ὅτε πρὸς Μεσσηνίους εἶχον τὴν μάχην καὶ ἐν ἀπορίᾳ κατέστησαν πολλῇ, ὡς δὴ ἱκανοῦ αὐτοῖς ἐσομένου πρὸς τὸ συνιδεῖν τὸ λυσιτελές: αὐτῷ γὰρ ἐπέτρεψε χρήσασθαι συμβούλῳ. ἀφικόμενος δὲ οὗτος εἰς Λακεδαίμονα καὶ ἐπίπνους γενόμενος συνεβούλευσεν αὐτοῖς ἀνελέσθαι τὸν πρὸς Μεσσηνίους πόλεμον, προτρέπων παντοίως: ἐν οἷς καὶ τὸ φερόμενον εἰπεῖν ἔπος: ‘Μεσσήνην ἀγαθὸν μὲν ἀροῦν, ἀγαθὸν δὲ φυτεύειν.’ τοῦτον οὖν ἐν τῷ λόγῳ παρέλαβεν ὁ Ἀθηναῖος ξένος, ὡς καὶ αὐτὸν πολέμου σύμβουλον γεγονότα.” σξη. αδ πλατ. λεγγ. 629α
“π. τοῦ Μεσσηνιακοῦ πολέμουτοῦ δευτέρου: ἐγένετο δὲ καὶ Λακεδαιμονίοις μάντευμα ἐκ Δελφῶν τὸν Ἀθηναῖον ἐπάγεσθαι σύμβουλον: ἀποστέλλουσιν οὖν παρὰ τοὺς Ἀθηναίους τὸν τε χρησμὸν ἀπαγγελοῦντας, καὶ ἄνδρα αἰτοῦντας παραινέσοντα ἃ χρή σφισιν. Ἀθηναῖοι δὲ οὐδέτερα θέλοντες, οὔτε Λακεδαιμόνιους ἄνευ μεγάλων κινδύνων προσλαβεῖν μοῖραν τῶν ἐν Πελοποννήσῳ τὴν ἀρίστην, οὐδὲ αὐτοὶ παρακοῦσαι τοῦ θεοῦ, πρὸς ταῦτα ἐξευρίσκουσι καὶ (ἦν γὰρ Τυρταῖος διδάσκαλος γραμμάτων, νοῦν τε ἥκιστα ἔχειν δοκῶν καὶ τὸν ἕτερον τῶν ποδῶν χωλός) τοῦτον ἀποστέλλουσιν ἐς Σπάρτην. ὁ δὲ ἀφικόμενος ἰδίᾳ τε τοῖς ἐν τέλει καὶ συνάγων ὁπόσους τύχῃ, καὶ ἐλεγεῖα καὶ τὰ ἔπη σφίσι τὰ ἀνάπαιστα ᾖδεν.” παυς. 4. 15. 6
“οὐ μόνον δὲ ἐπὶ Σωκράτους Ἀθηναῖοι πεπόνθασι τοῦτο, ἀλλὰ καὶ ἐπὶ πλείστων στων ὅσων. καὶ γὰρ Ὅμηρον, καθ᾽ ἅ φησιν Ἡρακλείδης, πεντήκοντα δραχμαῖς ὡς μαινόμενον ἐζημίωσαν, καὶ Τυρταῖον παρακόπτειν ἔλεγον, καὶ Ἀστυδάμαντα πρότερον τῶν περὶ Αἰσχύλον ἐτίμησαν εἰκόνι χαλκῇ.” διογ. λ. 2. 43
“ ... ὃν δὴ κατ᾽ ἀρχὰς εἴπομεν τῶν Τυρταίου πολεμικῶν εἶναι πολεμικώτερον.” πλατ. λεγγ. 667
“ΑΘΗΝΑΙΟΣ ΞΕΝΟΣ, ΚΛΕΙΝΙΑΣ ΚΡΗΣ: ΑΘ. ἀλλὰ δῆτα οὐ χρὴ τὸν νομοθέτην μόνον τῶν γραφόντων περὶ καλῶν καὶ ἀγαθῶν καὶ δικαίων συμβουλεύειν, διδάσκοντα οἷά τέ ἐστι καὶ ὡς ἐπιτηδευτέον αὐτὰ τοῖς μέλλουσιν εὐδαίμοσιν ἔσεσθαι; ΚΛ. καὶ πῶς οὔ; ΑΘ. ἀλλὰ αἰσχρὸν δὴ μᾶλλον Ὁμήρῳ τε καὶ Τυρταίῳ καὶ τοῖς ἄλλοις ποιηταῖς περὶ βίου τε καὶ ἐπιτηδευμάτων κακῶς θέσθαι γράψαντας, Λυκούργῳ δὲ ἧττον καὶ Σόλωνι καὶ ὅσοι δὴ νομοθέται γενόμενοι γράμματα ἔγραψαν;” πλατ. λεγγ. 858δ
“Τυρταῖος Λακεδαιμονίων μελλόντων παρατάττεσθαι Μεσσηνίοις καὶ βεβουλευμένων νικᾶν ἢ ἀποθανεῖν ἐν τῇ μάχῃ, ἵνα δὲ ὑπὸ τῶν οἰκείων ἐν τῇ τῶν νεκρῶν ἀναιρέσει γνωρίζοιτο ἕκαστος, ἐπὶ τὰς σκυταλίδας τοὔνομα γραψάντων καὶ περὶ τῇ λαιᾷ χειρὶ φερόντων, βουλόμενος ἐκπλῆξαι τοὺς Μεσσηνίους τοῦτο μαθόντας παρήγγειλε μὴ παρατηρεῖν τοὺς αὐτομολοῦντας Εἵλωτας. οἱ δὲ μηδενὸς παραφυλάττοντος ἀνέδην αὐτομολήσαντες ἤγγειλαν τοῖς Μεσσηνίοις τὴν ἀπόνοιαν τὴν Λακωνικήν. οἱ δὲ καταπλαγέντες ἀσθενέστερον ἀγωνισάμενοι τὴν νίκην οὐ διὰ μακροῦ Λακεδαιμονίοις ἔδωκαν.” πολψαεν. ι. 17
“Ἀριστομένης ... πολλὰ κακὰ διεργάσατο τοὺς Σπαρτιάτας, ὅτε καὶ Τυρταῖος ὁ ποιητής ὑπὸ Ἀθηναίων ἡγεμὼν ἐδόθη τοῖς Σπαρτιάταις.” διοδ. σιξ. 8. 36
“π. πυρρίχης: ἐμφανίζει δ᾽ ἡ ὄρχησις πολεμικὴ οὖσα ὡς Λακεδαιμονίων εὕρημα. πολεμικοὶ δ᾽ εἰσὶν οἱ Λάκωνες, ὧν καὶ οἱ υἱοὶ τὰ ἐμβατήρια μέλη ἀναλαμβάνουσιν, ἅπερ καὶ ἐνόπλια καλεῖται. καὶ αὐτοὶ δ᾽ οἱ Λάκωνες ἐν τοῖς πολέμοις τὰ Τυρταίου ποιήματα ἀπομνημονεύοντες ἔρρυθμον κίνησιν ποιοῦνται. Φιλόχορος δέφησιν κρατήσαντας Λακεδαιμονίους Μεσσηνίων διὰ τὴν Τυρταίου στρατηγίαν ἐν ταῖς στρατείαις ἔθος ποιήσασθαι, ἂν δειπνοποιήσωνται καὶ παιωνίσωσιν ᾁδειν καθ᾽ ἕνα τὰ Τυρταίου: κρίνειν δὲ τὸν πολέμαρχον καὶ ἆθλον διδόναι τῷ νικῶντι κρέας.” ατη. 14. 630ε
“τὸν Τυρταῖον ὁ Λεωνίδας ἐρωτηθεὶς ποῖόν τινα νομίζοι, ‘ἀγαθὸν ποιητήν’ ἔφη ‘νέων ψυχὰς κακκονῆν.’” πλυτ. σολλ. ανιμ. ι. 1
ἐλεγείων
παπ. απ. σιτζ. βερ. δ. πρευσς. ακαδ. δ. ωισς. 1918. 729 φρ. α ξολ. 1
... ηρας τε λίθων κα ...μυιάων ἀδινῶν ἔθνεσιν εἰδομ̣ένους.
τοὺς μὲν ἕλεν βροτολοιγὸς Ἄρης ἀκ̣όρητος ἀϋτῆς
σὺν μάχῃ εὐθείῃ, τοὺς δ᾽ ὑπὲρ ἄκρα βάλεν.
10ἡμεῖς οὖν πάρνοψιν ἐοικότες ἢ γεράνοισιν
στείχωμεν κοίλῃς ἀσπίσι φραξά̣μ̣ενοι,
χωρὶς Πάμφυλοί τε καὶ Ὑλλεῖς ἠδὲ Δυμᾶνες
ἀνδροφόνους μελίας χερσὶν ἀνασχόμενοι.
οὕτω δ᾽ ἀθανάτοισι θεοῖς ἐπὶ πάντα τιθέντες
15ἱερῷ ἀτερμονίῃ πεισόμεθ᾽ ἡγεμόνι.
ἀλλ᾽ εὐθὺς σύμπαντες ἀλοιησεῦμεν ἁμαρτῆ
ἀνδράσιν αἰχμηταῖς ἐγγύθεν ἱστάμενοι:
δεινὸς δ᾽ ἀμφοτέρων ἔσται κτύπος ἀντιτιθεντων
ἀσπίδας εὐκύκλους ἀσπίσι τυπτομένας,
20αἰνὰ δ᾽ ἀϋτήσουσιν ἐ᾽ ἀλλήλοισι πεσόντες,
ὤσαντες δ᾽ ἀνδρῶν στήθεσιν ἀμφὶ δόρυ:
κοὐδὲνͅ ἐρωήσουσιν ἐρεικόμενοι βελέεσσιν,
ἀλλ᾽ ὑπὸ χερμαδίων βαλλόμεναι μεγάλων
ἀκλινέες κ̣όρυθες καν̣α̣χὴν ἕξουσιν ἀρῄην.
παπ. απ. σιτζ. βερ. δ. πρευσς. ακαδ. δ. ωισς. 1918. 729 φρ. β ξολ. 1 (3) ... Διωνύσοιο τιθήνην
... καλλικόμου Σεμέλης
... 1 10 ... ἀεθλοφόροι περὶ νίκης
... τέρμ᾽ ἐπιδερκόμενοι
... ἐΰτροχον ἅρμα φέροντες
... όμενοι
... ἐπισσεύοντας ὀπίσσω
15 ... χαίτα˘0ς ὑπὲρ κεφαλῆς
... συνοίσομεν ὀξὺν Ἄρηα
... θεσι̣ν̣ ...
... ο οὐδὲ λογήσει
... ς̣ ἔχων
... 2 ... 3 ... 4
“π. Τυρταίου: καὶ γὰρ εἶναί φησιν ἐκεῖθεν ἐν τῇ ἐλεγείᾳ ἣν ἐπιγράφουσιν εὐνομίαν:
” στρ. 8. 362αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης,
Ζεὺς Ἡρακλείδαις τήνδε δέδωκε πόλιν:
οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα
εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα.
“ἐν δὲ ταῖς ἀριστοκρατίαις γίνονται αἱ στάσεις ... ἔτι ὅταν οἱ μὲν ἀπορῶσι λίαν, οἱ δὲ εὐπορῶσι: καὶ μάλιστα ἐν τοῖς πολέμοις τοῦτο γίνεται. συνέβη δὲ καὶ τοῦτο ἐν Λακεδαίμονι ὑπὸ τὸν Μεσσηνιακὸν πόλεμον. δῆλον δὲ καὶ τοῦτο ἐκ τῆς Τυρταίου ποιήσεως τῆς καλουμένης εὐνομίας. θλιβόμενοι γάρ τινες διὰ τὸν πόλεμον ἠξίουν ἀνάδαστον ποιεῖν τὴν χώραν.” αριστ. πολ. 5.6.2
“τοῦ δὲ πλήθους ἀθροισθέντος εἰπεῖν μὲν οὐδενὶ γνώμην τῶν ἄλλων ἐφεῖτο, τὴν δ᾽ ὑπὸ τῶν γερόντων καὶ τῶν βασιλέων προτεθεῖσαν ἐπικρῖναι κύριος ἦν ὁ δῆμος. ὕστερον μέντοι τῶν πολλῶν ἀφαιρέσει καὶ προσθέσει τὰς γνώμας διαστρεφότων καὶ παραβιαζομένων, Πολύδωρος καὶ Θεόπομπος οἱ βασιλεῖς τάδε τῇ ῥήτρᾳ παρενέγραψαν: Ἁἰ δὲ σκολιὰν ὁ δᾶμος ἕλοιτο, τοὺς πρεσβυγενέας καὶ ἀρχαγέτας ἀποστατῆρας ἦμεν᾽, τοῦτ ἔστι μὴ κυροῦν, ἀλλ᾽ ὅλως ἀφίστασθαι καὶ διαλύειν τὸν δῆμον, ὡς ἐκτρέποντα καὶ μεταποιοῦντα τὴν γνώμην παρὰ τὸ βέλτιστον, ἔπεισαν δὲ καὶ αὐτοὶ τὴν πόλιν ὡς τοῦ θεοῦ ταῦτα προστάσσοντος, ὥς που Τυρταῖος ἐπιμέμνηται διὰ τούτων:
” πλυτ. ϝιτ. λψξ . 6 “ὅτι ὁ αὐτὸς Λυκοῦργος ἤνεγκε χρησμὸν ἐκ Δελφῶν περὶ τῆς φιλαργυρίας τὸν ἐν παροιμίας μέρει μνημονευόμενον: ‘ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ, ἀλλὸ δὲ οὐδέν: ι ὧδε γὰρ ἀργυρότοξος -- ἀνέφηνε πόλει.’” διοδ. σιξ. 7. 14Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδ᾽ ἔνεικαν
μαντείας τε θεοῦ καὶ τελέεντ᾽ ἔπεα:
ὧδε γὰρ ἀργυρότοξος ἄναξ ἑκάεργος Ἀπόλλων
χρυσοκόμης ἔχρη πίονος ἐξ ἀδύτου:
5ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας,
οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις,
πρεσβυγενέα ς τε γέροντας: ἔπειτα δὲ δημότα˘ς ἄνδρας
εὐθείαις ῥήτραις ἀνταπαμειβομένους
μυθεῖσθαί τε τὰ καλὰ καὶ ἕρδειν πάντα δίκαια
10μηδέ τι βουλεύειν τῇδε πόλει σκολιόν,
δήμου δὲ πλήθει νίκην καὶ κάρτος ἕπεσθαι:
Φοῖβος γὰρ περὶ τῶν ὧδ᾽ ἀνέφηνε πόλει.
“οὗτος δὲ ὁ Θεόπομπος ἦν καὶ ὁ πέρας ἐπιθεὶς τῷ πολέμῳ: μαρτυρεῖ δέ μοι καὶ τὰ ἐλεγεῖα τῶν Τυρταίου λέγοντα: ‘ἡμετέρῳ ... εὐρύχορον.’
” παυς. 4. 6. 5 “ἀφικόμενος (Τυρταῖος) ... εἰς Λακεδαίμονα καὶ ἐπίπνους γενόμενος συνεβούλευσεν αὐτοῖς ἀνελέσθαι τὸν πρὸς Μεσσηνίους πόλεμον προτρέπων παντοίως: ἐν οἷς καὶ τὸ φερόμενον εἰπεῖν ἔπος: ‘Μεσσήνην ... φυτεύειν.’” σξη. πλατ. λεγγ. ι. 629 α “Μεσσήνη δὲ ἑάλω πολεμηθεῖσα ἐννεακαίδεκα ἔτη, καθάπερ καὶ Τυρταῖός φησιν: ‘ἀμφ᾽ αὐτὴν ... ὀρέων.’” στρ. 6. 279ἡμετέρῳ βασιλῆϊ, θεοῖσι φίλῳ Θεοπόμπῳ,
ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον,
Μεσσήνην ἀγαθὴν μὲν ἀροῦν, ἀγαθὴν δὲ φυτεύειν,
ἀμφ᾽ αὐτὴν δ᾽ ἐμάχοντ᾽ ἐννεακαίδεκ᾽ ἔτη
5νωλεμέως αἰεί, ταλασίφρονα θυμὸν ἔχοντες,
αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες:
εἰκοστῷ δ᾽ οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες
φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων.
“ἐς τιμωρίας δὲ ἃς ὕβριζον ἐς τοὺς Μεσσηνίους Τυρταίῳ πεποιημένα ἐστίν:
ὅτι δὲ καὶ συμπενθεῖν ἔκειτο αὐτοῖς ἀνάγκη, δεδήλωκεν ἐν τῷδε:ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι,
δεσποσύνοισι φέροντες ἀναγκαίης ὕπο λυγρῆς
ἥμισυ παντὸς ὅσον καρπὸν ἄρουρα φέρει.”δεσπότᾶς οἰμώζοντες ὁμῶς ἄλοχοί τε καὶ αὐτοί,
εὖτε τιν᾽ οὐλομένη μοῖρα κίχοι θανάτου.παυς. 4. 15.5
“πλεονάκις δ᾽ ἐπολέμησαν διὰ τὰς ἀποστάσεις τῶν Μεσσηνίων. τὴν μὲν οὖν πρώτην κατάκτησιν αὐτῶν φησι Τυρταῖος ἐν τοῖς ποιήμασι κατὰ τοὺς τῶν πατέρων πατέρας γενέσθαι: τὴν δὲ δευτέραν, καθ᾽ ἣν ἑλόμενοι συμμάχους Ἀργείους τε καὶ Ἀρκάδας καὶ Πισάτας ἀπέστησαν, Ἀρκάδων μὲν Ἀριστοκράτην τὸν Ὀρχομενοῦ βασιλέα παρεχομένων στρατηγόν, Πισατῶν δὲ Πανταλέοντα τὸν Ὀμφαλίωνος, ἡνίκα φησὶν αὐτὸς στρατηγῆσαι τὸν πόλεμον τοῖς Λακεδαιμονίοις.” στρ. 8. 362
“π. στρατιωτῶν: ἀναγκάζουσι γὰρ οἱ κύριοι ... , καὶ οἱ προστάττοντες κἂν ἀναχωρῶσι τύπτοντες τὸ αὐτὸ δρῶσι, καὶ οἱ πρὸ τῶν τάφρων καὶ τῶν τοιούτων παρατάττοντες: πάντες γὰρ ἀναναγκάζουσι: δεῖ δ᾽ οὐ δί᾽ ἀνάγκην ἀνδρεῖον εἶναι, ἀλλ᾽ ὅτι καλόν.” αριστ. ετη. νιξ. 1116α. 36 “ὡς παρ᾽ Ηροδότῳ Πέρσαι: ὑπὸ γὰρ τοιούτοις ἐπιστάταις ἐν Θερμοπύλαις Ἕλλησιν ἐμάχοντο. ‘καὶ οἱ πρὸ τῶν τάφρων’ κτλ.: τοῦτο περὶ Λακεδαιμονίων λέγοι ἄν: τοιαύτην γάρ τινα μάχην, ὅτε πρὸς Μεσσηνίους ἐπολέμουν, ἐμαχέσαντο, ἧς καὶ Τυρταῖος μνημονεύει.” ανον. αδ αριστ. ετη. νιξ. 1116α. 36, π. 164 ηεψλ.
“πρὸς Ἀθηναίους π. τῶν προγόνων: οὕτως ἦσαν ἄνδρες σπουδαῖοι καὶ κοινῇ καὶ ἰδίᾳ οἱ τότε τὴν πόλιν οἰκοῦντες, ὥστε τοῖς ἀνδρειοτάτοις Λακεδαιμονίοις ἐν τοῖς ἔμπροσθεν χρόνοις πολεμοῦσι πρὸς Μεσσηνίους ἀνεῖλεν ὁ θεός, παρ᾽ ἡμῶν ἡγεμόνα λαβεῖν καὶ νικήσειν τοὺς πολεμίους. καίτοι εἰ τοῖν ἀφ᾽ Ηρακλέους γεγενημένοιν οἳ ἀεὶ βασιλεύουσιν ἐν Σπάρτῃ τοὺς παρ᾽ ἡμῶν ἡγεμόνας ἀμείνους ὁ θεὸς ἔκρινε, πῶς οὐκ ἀνυπέρβλητον χρὴ τὴν ἐκείνων ἀρετὴν νομίζειν; τίς γὰρ οὐκ οἶδε τῶν Ἑλλήνων ὅτι Τυρταῖον στρατηγὸν ἔλαβον παρὰ τῆς πόλεως, μεθ᾽ οὗ καὶ τῶν πολεμίων ἐκράτησαν καὶ τὴν περὶ τοὺς νέους ἐπιμέλειαν συνετάξαντο, οὐ μόνον εἰς τὸν παρόντα κίνδυνον, ἀλλ᾽ εἰς ἅπαντα τὸν αἰῶνα βουλευσάμενοι καλῶς. κατέλιπεν γὰρ αὐτοῖς ἐλεγεῖα ποιήσας, ὧν ἀκούοντες παιδεύονται πρὸς ἀνδρείαν: καὶ περὶ τοὺς ἄλλους ποιητὰς οὐδένα λόγον ἔχοντες, περὶ τοῦτον οὕτω σφόδρα ἐσπουδάκασιν ὥστε νόμον ἔθεντο, ὅταν ἐν τοῖς ὅπλοις ἐξεστρατευμένοι ὦσι, καλεῖν ἐπὶ τὴν τοῦ βασιλέως σκηνὴν ἀκουσομένους τῶν Τυρταίου ποιημάτων ἅπαντας, νομίζοντες οὕτως ἂν αὐτοὺς μάλιστα πρὸ τῆς πατρίδος ἐθέλειν ἀποθνῄσκειν. χρήσιμον δ᾽ ἐστι καὶ τούτων ἀκοῦσαι τῶν ἐλεγείων, ἵν᾽ ἐπίστησθε οἷα ποιοῦντες εὐδοκίμουν παρ᾽ ἐκείνοις:
τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα
ἄνδρ᾽ ἀγαθὸν περὶ ᾗ πατρίδι μαρνάμενον.
τὴν δ᾽ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς
πτωχεύειν πάντων ἔστ᾽ ἀνιηρότατον,
5πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι
παισί τε σὺν μικροῖς κουριδίῃ τ᾽ ἀλόχῳ.
ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηται
χρησμοσύνῃ τ᾽ εἴκων καὶ στυγερῇ πενίῃ,
αἰσχύνει τε γένος, κατὰ δ᾽ ἀγλαὸν εἶδος ἐλέγχει,
10πᾶσα δ᾽ ἀτιμίη καὶ κακότης ἕπεται.
εἰ δέ τοι οὕτως ἀνδρὸς ἀλωμένου οὐδεμἴ ὤρη