Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
σέ τοι, τὸν παρὰ ναὸν αὐ-
220δῶ: θέμις γυάλων ὑπερ-
βῆναι, λευκῷ ποδί γ᾽ — ; Ἴων
οὐ θέμις, ὦ ξέναι. Χορός
οὐδ᾽ ἂν
ἐκ σέθεν ἂν πυθοίμεθ᾽ αὐδάν; Ἴων
τίνα τήνδε θέλεις; Χορός
ἆρ᾽ ὄντως μέσον ὀμφαλὸν
γᾶς Φοίβου κατέχει δόμος; Ἴων
στέμμασί γ᾽ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες. Χορός
225οὕτω καὶ φάτις αὐδᾷ. Ἴων
εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων
καί τι πυθέσθαι χρῄζετε Φοίβου,
πάριτ᾽ ἐς θυμέλας: ἐπὶ δ᾽ ἀσφάκτοις
μήλοισι δόμων μὴ πάριτ᾽ ἐς μυχόν. Χορός
230ἔχω μαθοῦσα: θεοῦ δὲ νόμον
οὐ παραβαίνομεν,
ἃ δ᾽ ἐκτός, ὄμμα τέρψει. Ἴων
πάντα θεᾶσθ᾽, ὅ τι καὶ θέμις, ὄμμασι. Χορός
μεθεῖσαν δεσπόται
με θεοῦ γύαλα τάδ᾽ εἰσιδεῖν. Ἴων
δμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων; Χορός
235Παλλάδι σύνοικα τρόφιμα μέλα-
θρα τῶν ἐμῶν τυράννων:
παρούσας δ᾽ ἀμφὶ τᾶσδ᾽ ἐρωτᾷς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.