previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[90α] εἰκότως δ᾽ ἂν μεταδοῖμεν: Ἄνυτος γὰρ ὅδε πρῶτον μέν ἐστι πατρὸς πλουσίου τε καὶ σοφοῦ Ἀνθεμίωνος, ὃς ἐγένετο πλούσιος οὐκ ἀπὸ τοῦ αὐτομάτου οὐδὲ δόντος τινός, ὥσπερ νῦν νεωστὶ εἰληφὼς τὰ Πολυκράτους χρήματα Ἰσμηνίας Θηβαῖος, ἀλλὰ τῇ αὑτοῦ σοφίᾳ κτησάμενος καὶ ἐπιμελείᾳ, ἔπειτα καὶ τὰ ἄλλα οὐχ ὑπερήφανος δοκῶν εἶναι πολίτης οὐδὲ ὀγκώδης τε καὶ ἐπαχθής, ἀλλὰ κόσμιος καὶ εὐσταλὴς [90β] ἀνήρ: ἔπειτα τοῦτον εὖ ἔθρεψεν καὶ ἐπαίδευσεν, ὡς δοκεῖ Ἀθηναίων τῷ πλήθει: αἱροῦνται γοῦν αὐτὸν ἐπὶ τὰς μεγίστας ἀρχάς. δίκαιον δὴ μετὰ τοιούτων ζητεῖν ἀρετῆς πέρι διδασκάλους, εἴτ᾽ εἰσὶν εἴτε μή, καὶ οἵτινες. σὺ οὖν ἡμῖν, Ἄνυτε, συζήτησον, ἐμοί τε καὶ τῷ σαυτοῦ ξένῳ Μένωνι τῷδε, περὶ τούτου τοῦ πράγματος τίνες ἂν εἶεν διδάσκαλοι. ὧδε δὲ σκέψαι: εἰ βουλοίμεθα Μένωνα τόνδε ἀγαθὸν ἰατρὸν [90ξ] γενέσθαι, παρὰ τίνας ἂν αὐτὸν πέμποιμεν διδασκάλους; ἆρ᾽ οὐ παρὰ τοὺς ἰατρούς;

Ἄνυτος
πάνυ γε.

Σωκράτης
τί δ᾽ εἰ σκυτοτόμον ἀγαθὸν βουλοίμεθα γενέσθαι, ἆρ᾽ οὐ παρὰ τοὺς σκυτοτόμους;

Ἄνυτος
ναί.

Σωκράτης
καὶ τἆλλα οὕτως;

Ἄνυτος
πάνυ γε.

Σωκράτης
ὧδε δή μοι πάλιν περὶ τῶν αὐτῶν εἰπέ. παρὰ τοὺς ἰατρούς, φαμέν, πέμποντες τόνδε καλῶς ἂν ἐπέμπομεν, βουλόμενοι ἰατρὸν γενέσθαι: ἆρ᾽ ὅταν τοῦτο λέγωμεν, τόδε [90δ] λέγομεν, ὅτι παρὰ τούτους πέμποντες αὐτὸν σωφρονοῖμεν ἄν, τοὺς ἀντιποιουμένους τε τῆς τέχνης μᾶλλον τοὺς μή, καὶ τοὺς μισθὸν πραττομένους ἐπ᾽ αὐτῷ τούτῳ, ἀποφήναντας αὑτοὺς διδασκάλους τοῦ βουλομένου ἰέναι τε καὶ μανθάνειν; ἆρ᾽ οὐ πρὸς ταῦτα βλέψαντες καλῶς ἂν πέμποιμεν;

Ἄνυτος
ναί.

Σωκράτης
οὐκοῦν καὶ περὶ αὐλήσεως καὶ τῶν ἄλλων τὰ αὐτὰ [90ε] ταῦτα; πολλὴ ἄνοιά ἐστι βουλομένους αὐλητήν τινα ποιῆσαι παρὰ μὲν τοὺς ὑπισχνουμένους διδάξειν τὴν τέχνην καὶ μισθὸν πραττομένους μὴ ἐθέλειν πέμπειν, ἄλλοις δέ τισιν πράγματα παρέχειν, ζητοῦντα μανθάνειν παρὰ τούτων, οἳ μήτε προσποιοῦνται διδάσκαλοι εἶναι μήτ᾽ ἔστιν αὐτῶν μαθητὴς μηδεὶς τούτου τοῦ μαθήματος ἡμεῖς ἀξιοῦμεν μανθάνειν παρ᾽ αὐτῶν ὃν ἂν πέμπωμεν. οὐ πολλή σοι δοκεῖ ἀλογία εἶναι;

Ἄνυτος
ναὶ μὰ Δία ἔμοιγε, καὶ ἀμαθία γε πρός.

Σωκράτης
καλῶς λέγεις. νῦν τοίνυν ἔξεστί σε μετ᾽ ἐμοῦ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: