previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

50.

περὶ δὲ τοῦτον τὸν χρόνον Ἰμίλκων τῶν Καρχηδονίων ναύαρχος ἀκούσας ὅτι Διονύσιος ἐνεώλκησε τὰς ναῦς, εὐθὺς ἐπλήρου τὰς ἀρίστας τῶν τριήρων ἑκατόν: ὑπελάμβανε γὰρ ἀπροσδοκήτως ἐπιφανεὶς ῥᾳδίως κρατήσειν τῶν νενεωλκημένων ἐν τῷ λιμένι σκαφῶν, κυριεύων τῆς θαλάττης: τοῦτο δὲ πράξας ἐνόμιζε τήν τε τῆς Μοτύης πολιορκίαν λύσειν καὶ τὸν πόλεμον μετάξειν ἐπὶ τὴν τῶν Συρακοσίων πόλιν. [2] ἐκπλεύσας οὖν μετὰ νεῶν ἑκατὸν κατήχθη ἐπὶ τὴν τῶν Σελινουντίων χώραν νυκτός, καὶ περιπλεύσας τὴν περὶ Λιλύβαιον ἄκραν ἅμ᾽ ἡμέρᾳ παρῆν ἐπὶ τὴν Μοτύην. ἀνελπίστως δ᾽ ἐπιφανεὶς τοῖς πολεμίοις τῶν παρορμούντων πλοίων τὰ μὲν συνέτριψε, τὰ δ᾽ ἔκαυσεν, οὐ δυναμένων βοηθεῖν τῶν περὶ Διονύσιον. [3] μετὰ δὲ ταῦτ᾽ εἰσπλεύσας εἰς τὸν λιμένα διέταξε τὰς ναῦς ὡς ἐπιθησόμενος ταῖς νενεωλκημέναις ὑπὸ τῶν πολεμίων. Διονύσιος δὲ συναγαγὼν τὴν δύναμιν ἐπὶ τὸ στόμα τοῦ λιμένος, καὶ θεωρῶν τοὺς πολεμίους τὸν ἐκ τοῦ λιμένος ἔκπλουν παραφυλάττοντας, εὐλαβεῖτο καθέλκειν εἰς τὸν λιμένα τὰ σκάφη: οὐ γὰρ ἠγνόει διότι στενοῦ τοῦ στόματος ὄντος ἀναγκαῖον ἦν ὀλίγαις ναυσὶ πρὸς πολλαπλασίους διακινδυνεύειν. [4] διόπερ τῷ πλήθει τῶν στρατιωτῶν ῥᾳδίως διελκύσας τὰ σκάφη διὰ τῆς γῆς εἰς τὴν ἐκτὸς τοῦ λιμένος θάλατταν διέσωσε τὰς ναῦς. Ἰμίλκων δὲ ταῖς πρώταις τριήρεσιν ἐπιθέμενος τῷ πλήθει τῶν βελῶν ἀνείργετο: ἐπὶ μὲν γὰρ τῶν νεῶν ἐπεβεβήκει πλῆθος τοξοτῶν καὶ σφενδονητῶν, ἀπὸ δὲ τῆς γῆς τοῖς ὀξυβελέσι καταπέλταις οἱ Συρακόσιοι χρώμενοι συχνοὺς τῶν πολεμίων ἀνῄρουν: καὶ γὰρ κατάπληξιν εἶχε μεγάλην τοῦτο τὸ βέλος διὰ τὸ πρώτως εὑρεθῆναι κατ᾽ ἐκεῖνον τὸν καιρόν: ὥστε Ἰμίλκων οὐ δυνάμενος κρατῆσαι τῆς ἐπιβολῆς ἀπέπλευσεν εἰς τὴν Λιβύην, ναυμαχεῖν οὐ κρίνων συμφέρειν διὰ τὸ διπλασίας εἶναι τὰς ναῦς τῶν πολεμίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), EXE´RCITUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: