Ode 10
Ἀγλαῷ (̣) Ἀθηναίῳ
Δρομεῖ Ἰσθμια
Φή]μα, σὺ γ[ὰ]ρ ἀ[γγελίαις θνατῶν ἐπ]οιχνεῖςφῦ]λα, καὶ πᾶ[!¯˘¯×
!!!!!]μ̣εαλμει̣[˘˘¯
!!!!!]πὸ κεύ[˘˘¯×
5!!!!]νωνται [¯˘¯¯
¯˘]!!ῳ ξ[υν]όν, ὅ,τι χρυ[σέαν ˘˘¯
ο[!!!] ὀφθαλμοῖσι Ν[ίκαν
π[αῦλ]αν ἀπράκταν [!!!!![
Ἀ[γλ]αῷ καὶ νῦν κασιγνήτας ἀκοίτας
10νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν,
ἀχ]ειρὲς ἵν᾽ ἀθάνατον Μουσᾶν ἄγαλμα
ξυνὸν ἀνθρώποισιν εἴη
χάρμα, τεὰν ἀρετὰν
μανῦον ἐπιχθονίοισιν,
15ὁσσάκις Νίκας ἕκατι
ἄνθεσι ξανθὰν ἀναδησάμενος κεφαλὰν
κῦδος εὐρείαις Ἀθάναις
θῆκας Οἰνείδαις τε δόξαν.
ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις
1 20εὐθὺς ἔνδειξ]ας Ἕλλασιν ποδῶν ὁρμὰν ταχεῖαν:
δεύτερον δ᾽ οὔ]ροισιν ἔπι σταδίου,
θερμ[ὰν ἔτι] πνέων ἄελλαν,
ἔστα[: βρέχω]ϝ̣ δ᾽ ᾆξ᾽ αὖτε θατήρων ἐλαίῳ
φάρε[᾽ ἐς εὔθροο]ν ἐμπίτνων ὅμιλον,
25τετρ[αέλικτο]ν ἐπεὶ
κάμ[ψεν δρό]μον. Ἰσθμιονίκαν
δίς ν[ιν ἀγκ]άρυξαν εὐβού-
λων [ἀεθλάρχ]ων προφᾶται:
δὶς δ᾽ ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρ᾽ ἁγνὸν
30βωμό[ν: ἁ κλει]νά τε Θήβα
δέκτ[ό νιν ε]ὐρύχορόν
τ᾽ Ἄργο[ς Σικυώ]ν τε κατ᾽ αἶσαν:
οἵ τε Π[ελλάν]αν νέμονται,
ἀμφί τ᾽ Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θ᾽ ἱερὰν
35νᾶσο[ν Αἴγιν]αν. ματεύει
δ᾽ ἄλλ[ος ἀλλοί]αν κέλευθον,
ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας
τεύξεται. μυρίαι δ᾽ ἀνδρῶν ἐπιστᾶμαι πέλονται:
ἢ γὰρ σοφὸς ἢ Χαρίτων τιμᾶν λελογχὼς
40ἐλπίδι χρυεῳ τέθαλεν:
ἤ τινα θευπροπίαν
εἰδώς: ἕτερος δ᾽ ἐπὶ πάσι
ποικίλον τόξον τιταίνει:
οἱ δ᾽ ἐπ᾽ ἔργοισίν τε καὶ ἀμφὶ βοῶν ἀγέλαις
45θυμὸν αὔξουσιν: τὸ μέλλον
δ᾽ ἀκρίτους τίκτει τελευτάς,
πᾷ τύχα βρίσει. τὸ μὲν κάλλιστον, ἐσθλὸν
ἄνδρα πολλῶν ὑπ᾽ ἀνθρώπων πολυζήλωτον εἶμεν:
οἶδα καὶ πλούτου μεγάλαν δύνασιν,
50ἃ καὶ τὸν ἀχρεῖον τί[θησ]ι
χρηστόν. τί μακρὰν γλῶσσαν ἰθύσας ἐλαύνω
ἐκτὸς ὁδοῦ ; πέφαται θνατοῖσι νίκας
ὕστε]ρον εὐφροσύνα:
2 αὐλῶν [δὲ ˘¯˘˘¯¯
55μειγν̣[υτ¯¯˘¯¯
χρή τιν[¯¯¯˘¯¯