next


A. For the life of Theocritus we have very little direct external evidence. There is (1) a short notice in Suidas, Θεόκριτος, υἱὸς Πραξαγόρου καὶ Φιλίνηςοἱ δὲ ΣιμίχουΣυρακούσιος: οἱ δὲ φασὶ Κῷον: μετῴκησε δὲ ἐς Συρακούσας.

(2) An anonymous life, prefixed to the Idylls in a large number of MSS.

Θεόκριτος, τῶν βουκολικῶν ποιητής, Συρακούσιος ἦν τὸ γένος, πατρὸς Σιμιχίδου (Σιμίχου Ahrens) ὡς αὐτός φησι:

Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις; (vii. 21),

ἔνιοι δὲ τὸ Σιμιχίδας ἐπώνυμον εἶναι λέγουσι: δοκεῖ γὰρ σιμὸς εἶναι τὴν πρόσοψιν, πατέρα δ᾽ ἐσχηκέναι Πραξαγόραν καὶ μήτερα Φιλίναν1: ἀκουστὴς δὲ γέγονε Φιλητᾶ καὶ ᾿Ασκληπιάδου ὧν μνημονεύει: ἤκμασε δὲ κατὰ τὸν Πτολεμαῖον τὸν ἐπικληθέντα Λαγωὸν (Λάγον k. marg.), περὶ δὲ τὴν τῶν βουκολικῶν ποίησιν εὐφυὴς γενόμενος πολλῆς δόξης ἐπέτυχε: κατὰ γοῦν τινὰς Μόσχος καλούμενος Θεόκριτος ὠνομάσθη (so k., other MSS. add) ἰστέον δὲ ὅτι Θεόκριτος ἐγένετο ἰσόχρονος τοῦ τε ᾿Αράτου καὶ τοῦ Καλλιμάχου καὶ τοῦ Νικάνδρου: ἐγένετο δὲ ἐπὶ τῶν χρόνων Πτολεμαίου τοῦ Φιλαδέλφου, κ.τ.λ.

(3) Argument, Id. iv: Θεόκριτος ὥσπερ ἐδείξαμεν κατὰ τὴν ῥκδ᾽ ᾿Ολυμπιάδα ἤκμαζεν (=Ol. 124=B.C. 284-280).

(4) Arg., Id. vii: ἐπιδημήσας γὰρ τῇ νήσῳ (Cos) Θεόκριτος, ὅτε εἰς ᾿Αλεξάνδρειαν πρὸς Πτολεμαῖον ἀπῄει, φίλος κατέστη Φρασιδάμῳ καὶ ᾿Αντιγένει.

(5) Arg., Id. xi: προσδιαλέγεται Θεόκριτος ἰατρῷ Νικίᾳ Μιλησίῳ τὸ γένος, ὃς συμφοιτητὴς γέγονεν ᾿Ερασιστράτου ἰατροῦ ὄντος καὶ αὐτοῦ.

(6) Arg., Id. xvi: τοῦτο τὸ εἰδύλλιον γέγραπται εἰς ῾Ιέρωνα τὸν ῾Ιεροκλέους τὸν ἔσχατον Σικελίας τύραννον. κατέσχε δὲ τὴν ἀρχὴν στρατηγὸς ἀποδειχθεὶς ὑπὸ τῶν πολιτῶν καὶ φθείρας τὰς δυνάμεις ὥστε τύραννον αὐτὸν ἀναγορευθῆναι. μηδὲν οὖν εἰληφὼς παρὰ τοῦ ῾Ιέρωνος Θεόκριτος διὰ τοῦτο Χάριτας τὸ εἰδύλλιον τοῦτο ἐπέγραψε.

(7) Arg., Id. xvii: ἁμαρτάνει Μούνατος εἰς τοὺς χρόνους ἀναβιβάζων τοῦ Θεοκρίτου τὸν Φιλοπάτορα (Ptol. iv) οὐ συνιδὼν τοσούτου χρόνου διάστημα μαχόμενον.

(8) Scholiast. vii. 21: Σιμιχίδα: οἱ μὲν αὐτόν φασι Θεόκριτον: καθὸ Σιμιχίδου (Σιμίχου schol. Gen.) ἦν υἱός, καθὸ σιμὸς ἦν (cf. Schol. iii. 8) οἱ δὲ ἕτερόν τινα τῶν σὺν αὐτῷ καὶ οὐ Θεόκριτον διὰ τὸ "Σιμιχίδᾳ μὲν ῎Ερωτες ἐπέπταρον" (vii. 96) φασὶ δὲ τὸν τοιοῦτον ἀπὸ πατρίου (so Vulgo, see infra, p. 24) κληθῆναι, ἀπὸ Σιμιχίδου τοῦ Περικλέους τῶν ᾿Ορχομενίων, οἵτινες πολιτείας παρὰ Κῴοις τετυχήκασιν.

(9) Schol. vii. 40: ᾿Ασκληπιάδην φησὶ τὸν ἐπιγραμματογράφον: ὥσπερ γὰρ Σιμιχίδαν ἑαυτὸν καλεῖ Θεόκριτος πατρωνυμικῶς ὡς υἱὸν Σιμιχίδα, οὕτως καὶ νῦν Σικελίδαν ὀνομάζει τὸν ᾿Α. τὸν Σάμιον ὡς υἱὸν Σικελίδα οὗ δοκεῖ ἀκουστὴς γεγονέναι.

(10) Choeroboscus: Φιλήτας διδάσκαλος Θεοκρίτου.

(11) The epigram (not by Theocritus)-- “ Ἄλλος Χῖος: ἐγὼ δὲ Θεόκριτος ὃς τάδ᾽ ἔγραψα
     εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων:
υἱὸς Πραξαγόραο, περικλειτῆς τε Φιλίνης.

These notices are obviously to a large extent merely inferences from the poet's own works, and are not consistent.


1 Cf. Argument, Id. iii.

hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: