previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] μὴ μέντοι τοὺς νέους ἐς ἀθυμίαν, ὡς καὶ κατεγνωσμένους τὸ μηδὲν τῶν δεόντων πράττειν δύνασθαι, ἐμβάλητε: πᾶν γὰρ τοὐναντίον προτρέπεσθαι αὐτοὺς ὀφείλετε πάντα τὰ προσήκοντα αὐτοῖς προθύμως ποιεῖν ἀσκεῖν, ὡς καὶ τιμὰς καὶ ἀρχὰς καὶ πρὸ τοῦ γήρως ληψομένους: ἐκ γὰρ τούτου καὶ τοὺς πρεσβυτέρους βελτίους ποιήσετε, πρῶτον μὲν ἀνταγωνιστὰς πολλοὺς ἀποδείξαντες, ἔπειτ᾽ ἐνδειξάμενοι ὡς καὶ τἆλλα πάντα καὶ τὰς ἡγεμονίας μάλιστα οὐκ ἐξ ἀριθμοῦ ἐτῶν ἀλλ᾽ ἐξ ἀρετῆς ἐμφύτου πᾶσι τοῖς πολίταις δώσετε.” Max. Conf. Flor. f. 168v (M. p. 546) and Ioann. Damasc. Sacr. Parall. cod. Med. 8, 22 f. 752, 688 ς#3. γαισφ., 4, 148 ς#3. μειν.᾿. [p. 390] [p. 392] [p. 394] [p. 396] [p. 398] ἐξαφανίσαι δεῖν ἐγνωμάτευσεν, δὲ Νασικᾶς φείσασθαι τῶν Καρχηδονίων καὶ ἔτι συνεβούλευε. κἀντεῦθεν εἰς ἀντιλογίαν πολλὴν προήχθη καὶ ἀμφισβήτησιν τὸ συνέδριον, ἕως ἔφη τις ὅτι εἰ καὶ μὴ δι᾽ οὐδὲν ἕτερον, ἀλλά γε ἑαυτῶν ἕνεκα φείσασθαι αὐτῶν ἀναγκαῖον νομίζοιτο ἄν, ἵν᾽ ἀνταγωνιστὰς αὐτοὺς ἔχοντες ἀρετὴν ἀσκῶσι, καὶ μὴ πρὸς ἡδονὰς καὶ τρυφὴν τράπωνται, τῶν δυναμένων αὐτοὺς καταναγκάζειν εἰς ἄσκησιν τῶν πολεμικῶν περιαιρεθέντων, καὶ χείρους ὑπ᾽ ἀνασκησίας γένωνται, ἀξιοχρέους ἀντιπολέμους μὴ ἔχοντες. ἐκ τούτων οὖν τῶν λόγων πάντες κατασκάψαι τὴν Καρχηδόνα ὡμογνωμόνησαν, μήποτε εἰρηνήσειν ἐκείνους πιστεύσαντες ἀκριβῶς. καὶ πᾶσα ἄρδην ἀνάστατος γέγονε, καὶ ἐπάρατον ἐψηφίσθη τὸ ἐπ᾽ αὐτὴν κατοικῆσαί τινα. καὶ τῶν ἀνδρῶν τῶν ἁλόντων οἱ μὲν πλείους εἰς τὸ δεσμωτήριον ἐνεβλήθησαν κἀκεῖ διεφθάρησαν, ὀλίγοι δέ τινες πλὴν τῶν πάνυ πρώτων ἐπράθησαν: οὗτοι γὰρ οἵ τε ὅμηροι καὶ Ἀσδρούβας καὶ Βιθίας ἄλλοι ἄλλῃ τῆς Ἰταλίας ἐν φρουραῖς ἀδέσμοις κατεβίωσαν. δὲ Σκιπίων δόξης τε ἔτυχε καὶ τιμῆς, καὶ Ἀφρικανὸς οὐκ ἀπὸ τοῦ πάππου, ἀλλ᾽ ἀπὸ τῶν οἰκείων ἐπεκέκλητο πράξεων. 31. τότε δὲ καὶ Κόρινθος κατεσκάφη. ἐπεὶ γὰρ οἱ τῶν Ἑλλήνων κορυφαιότατοι ὑπὸ Παύλου τοῦ Αἰμιλίου μετῳκίσθησαν εἰς τὴν Ἰταλίαν, οἱ λοιποὶ τὸ μὲν πρῶτον πρεσβείαις τοὺς ἄνδρας ἀπῄτουν, ὡς δ᾽ οὐκ ἔτυχον, καί τινες ἐκείνων τὴν οἴκαδε ἀπογνόντες ἐπάνοδον ἑαυτοὺς διε- [p. 400]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: