Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γ.
καὶ ἕτερα ἱερὰ τέχνης οἱ λόγοι προφητεῦσαι
βούλονται.
οὐ γάρ μοι θεμιτὸν μὴ καλεῖν ἱερὰ τὰ τῆς
τέχνης γεννήματα:
Ἔρως ἦν,
Πραξιτέλους τέχνημα,
ὁ Ἔρως αὐτός,
παῖς ἀνθηρὸς καὶ νέος πτέρυγας
ἔχων καὶ τόξα.
χαλκὸς δὲ αὐτὸν ἐτύπου,
καὶ ὡς ἂν
Ἔρωτα τυπῶν τύραννον θεὸν καὶ μέγαν καὶ αὐτὸς
ἐδυναστεύετο,
οὐ γὰρ ἠνείχετο χαλκὸς εἶναι τὰ
πάντα,
ἀλλ᾽ ὅσος ἦν,
Ἔρως ἐγίνετο:
εἶδες ἂν τὸν
χαλκὸν θρυπτόμενον καὶ εἰς εὐσαρκίαν ἀμηχάνως
χλιδῶντα καί,
ὡς βραχέως εἰπεῖν,
τὰ ἀναγκαῖα
πληροῦν ἑαυτῇ τὴν τέχνην ἀρκοῦσαν.
ὑγρὸς μὲν
ἦν ἀμοιρῶν μαλακότητος,
χαλκῷ δὲ ἔχων συνῳδὸν
τὴν χρόαν εὐανθὴς ἑωρᾶτο,
τῶν δὲ κινήσεως ἔργων
ἐστερημένος ἕτοιμος ἦν δεῖξαι κίνησιν,
εἰς μὲν γὰρ
ἕδραν στάσιμον ἵδρυτο,
ἠπάτα δὲ ὡς καὶ τῆς μετεώρου
κυριεύων φορᾶς.
ἐγαυροῦτο δὲ εἰς γέλωτα,
ἔμπυρόν τι καὶ μείλιχον ἐξ ὀμμάτων διαυγάζων,
καὶ
ἦν ἰδεῖν ὑπακούοντα τῷ πάθει τὸν χαλκὸν καὶ
δεχόμενον εὐκόλως τὴν γέλωτος μίμησιν.
ἵδρυτο δὲ
εἰς μὲν τὴν κορυφὴν τὸν δεξιὸν ἐπικάμπτων καρπόν,
[p. 425]
τῇ δὲ ἑτέρᾳ μετεωρίζων τὸ τόξον καὶ τὴν τῆς
βάσεως ἰσορροπίαν ἐπικλίνων ἐπὶ τὰ λαιά,
τὴν γὰρ
τῆς ἀριστερᾶς λαγόνος ἔκστασιν ἀνίστη πρὸς τὴν
εὐμαρότητα τοῦ χαλκοῦ τὸ στεγανὸν ἐκκλάσας.
πλόκαμοι δὲ αὐτοῦ τὴν κεφαλὴν ἐσκίαζον ἀνθηροὶ
καὶ ἔνουλοι νεοτήσιον ὑπολάμποντες ἄνθος.
καὶ ἦν
θαυμαστὸς οἷος ὁ χαλκός:
ἰδόντι μὲν γὰρ ἔρευθος
ἀπέστιλβεν ἐξ ἄκρων βοστρύχων αἰρόμενον,
ἁψαμένῳ
δὲ ἡ θρὶξ ὑπεξανίστατο μαλθακιζομένη πρὸς
τὴν αἴσθησιν.
ἐμοὶ μὲν δὴ θεασαμένῳ τὴν τέχνην
ἐπῄει πιστεύειν,
ὅτι καὶ χορὸν ἤσκησε κινούμενον
Δαίδαλος καὶ χρυσῷ παρεῖχεν αἰσθήσεις,
ὅπου καὶ
Πραξιτέλης εἰς τὴν εἰκόνα τοῦ Ἔρωτος ἐνέθηκε
μικροῦ καὶ νοήματα καὶ πτέρυγι τὸν ἀέρα τέμνειν
ἐμηχανήσατο.