This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
διῶκται τῶν ἀγαθῶν, μισοῦντες ἀλήθειαν,
ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες μισθὸν δικαιοσύνης,
1 οὐ κολλώμενοι ἀγαθῷ, οὐ κρίσει δικαίᾳ, χήρᾳ
καὶ ὀρφανῷ οὐ προσέχοντες, ἀγρυπνοῦντες οὐκ εἰς
φόβον θεοῦ, ἀλλ̓ ἐπὶ τὸ πονηρόν, ὦν μακρὰν καὶ
2 πόρρω πραΰτης καὶ ὑπομονή, ἀγαπῶντες μάταια,
3 διώκοντες ἀνταπόδομα, οὐκ ἐλεῶντες πτωχόν, οὐ
πονοῦντες ἐπὶ καταπονουμένῳ, εὐχερεῖς ἐν καταλαλιᾷ,
οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς,
φονεῖς τέκνων, φθορεῖς πλάσματος θεοῦ, ἀποστρεφόμενοι
τὸν ἐνδεόμενον, καταπονοῦντες τὸν θλιβόμενον,
πλουσίων παράκλητοι, πενήτων ἄνομοι κριταί, πανθαμάρτητοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.