previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ συναφειῶν καὶ ἀπορροιῶν καὶ τῶν ἄλλων δυνάμεων Καὶ καθ̓ ὅλου δὲ συνάπτειν μὲν λέγονται τοῖς ἑπομένοις οἱ προηγούμενοι, ἀπερρυηκέναι δὲ οἱ ἑπόμενοι τῶν προηγουμένων, ἐφ̓ ὅσον ἂν μὴ μακρὸν τὸ μεταξὺ αὐτῶν διάστημα. παραλαμβάνεται δὲ [p. 114] τὸ τοιοῦτον ἐάν τε σωματικῶς ἐάν τε καὶ κατά τινα τῶν παραδεδομένων σχηματισμῶν συμβαίνῃ, πλὴν ὅτι γε πρὸς μὲν τὰς δἰ αὐτῶν τῶν σωμάτων συναφὰς καὶ ἀπορροίας καὶ τὰ πλάτη παρατηρεῖν αὐτῶν χρήσιμον εἰς τὸ μόνας τὰς ἐπὶ τὰ αὐτὰ μέρη τοῦ διὰ μέσων εὑρισκομένας παρόδους παραδέχεσθαι. πρὸς δὲ τὰς διὰ τῶν συσχηματισμῶν περιττόν ἐστι τὸ τοιοῦτον, πασῶν ἀεὶ τῶν ἀκτίνων ἐπὶ ταὐτά, τουτέστιν ἐπὶ τὸ κέντρον τῆς γῆς, φερομένων καὶ ὁμοίως πανταχόθεν συμβαλλουσῶν. Ἐκ δὴ τούτων ἁπάντων εὐσύνοπτον ὅτι τὸ μὲν ποιὸν ἑκάστου τῶν ἀστέρων ἐπισκεπτέον ἔκ τε τῆς ἰδίας αὐτῶν φυσικῆς ἰδιοτροπίας καὶ ἔτι τῆς τῶν περιεχόντων δωδεκατημορίων, καὶ τῆς τῶν πρός τε τὸν ἥλιον καὶ τὰς γωνίας σχηματισμῶν κατὰ τὸν ἐκτεθειμένον ἡμῖν περὶ πάντων τούτων τρόπον: τὴν δὲ δύναμιν πρῶτον μὲν ἐκ τοῦ ἤτοι ἀνατολικοὺς αὐτοὺς εἶναι καὶ προσθετικοὺς ταῖς ἰδίαις κινήσεσι, [p. 116] τότε γὰρ μάλιστά εἰσιν ἰσχυροί: δυτικοὺς καὶ ἀφαιρετικούς, τότε γὰρ ἀσθενεστέραν ἔχουσι τὴν ἐνέργειαν: ἔπειτα καὶ ἐκ τοῦ πως ἔχειν πρὸς τὸν ὁρίζοντα, μεσουρανοῦντες μὲν γὰρ ἐπιφερόμενοι τῷ μεσουρανήματι μάλιστά εἰσι δυναμικοί: δεύτερον δὲ ὅταν ἐπ̓ αὐτοῦ τοῦ ὁρίζοντος ὦσιν ἐπαναφέρωνται, καὶ μᾶλλον ὅταν ἐπὶ τοῦ ἀνατολικοῦ, ἧττον δὲ ὅταν ὑπὸ γῆν μεσουρανῶσιν ἄλλως συσχηματίζωνται τῷ ἀνατέλλοντι τόπῳ: μὴ οὕτω δὲ ἔχοντες ἀδύναμοι παντελῶς τυγχάνουσιν.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: