previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὡς οὖν ταῦτα ἤκουσεν Κλεινίας, ὠχρίασεν. Ἐπιπαρώξυνεν οὖν τὸ μειράκιον ἀπωθεῖσθαι τὸν γάμον, τὸ τῶν γυναικῶν γένος λοιδορῶν. ‘Γάμονεἶπενἤδη σοι δίδωσιν πατήρ; τί γὰρ ἠδίκηκας, [2] ἵνα πεδηθῇς; Οὐκ ἀκούεις τοῦ Διὸς λέγοντος [p. 46]τοῖς δ̓ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, κεν ἅπαντες τέρπωνται κατὰ θυμόν, ἑὸν κακὸν ἀμφαγαπῶντες;’ Αὕτη γυναικῶν ἡδονή, καὶ ἔοικε τῇ τῶν Σειρήνων φύσει: [3] κἀκεῖναι γὰρ ἡδονῇ φονεύουσιν ᾠδῆς. Ἔστι δέ σοι συνιέναι τὸ μέγεθος τοῦ κακοῦ καὶ ἀπ̓ αὐτῆς τῆς τοῦ γάμου παρασκευῆς. Βόμβος αὐλῶν, δικλίδων κτύπος, πυρσῶν δᾳδουχία. Ἐρεῖ τις ἰδὼν τοσοῦτον κυδοιμόν: ‘Ἀτυχὴς μέλλων γαμεῖν: ἐπὶ πόλεμον, [4] δοκῶ μοι, πέμπεται.’ Ἀλλ̓ εἰ μὲν ἰδιώτης ἦσθα μουσικῆς, ἠγνόεις ἂν τὰ τῶν γυναικῶν δράματα: νῦν δὲ κἂν ἄλλοις λέγοις ὅσων ἐνέπλησαν μύθων γυναῖκες τὴν σκηνήν. Ὅρμος Ἐριφύλης, Φιλομήλας τράπεζα, Σθενεβοίας διαβολή, Ἀερόπης κλοπή, Πρόκνης σφαγή. [5] Ἂν τὸ Χρυσηίδος κάλλος Ἀγαμέμνων ποθῇ, λοιμὸν τοῖς Ἕλλησι ποιεῖ: ἂν τὸ Βρισηίδος κάλλος Ἀχιλλεὺς ποθῇ, πένθος αὑτῷ προξενεῖ: ἐὰν ἔχῃ γυναῖκα Κανδαύλης καλήν, φονεύει Κανδαύλην γυνή. [6] Τὸ μὲν γὰρ Ἑλένης τῶν γάμων πῦρ ἀνῆψε κατὰ τῆς Τροίας ἄλλο πῦρ, δὲ Πηνελόπης γάμος τῆς σώφρονος πόσους νυμφίους ἀπώλεσεν; Ἀπέκτεινεν Ἱππόλυτον φιλοῦσα Φαίδρα, [7] Κλυταιμνήστρα δὲ Ἀγαμέμνονα μὴ φιλοῦσα. πάντα τολμῶσαι γυναῖκες: κἂν φιλῶσι, φονεύουσι: κἂν μὴ φιλῶσι, φονεύουσιν. Ἀγαμέμνονα ἔδει φονευθῆναι τὸν καλόν, οὗ κάλλος οὐράνιον ἦν, ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ: καὶ ταύτην ἀπέκοψεν, Ζεῦ, τὴν κεφαλὴν γυνή. [8] Καὶ ταῦτα μὲν περὶ τῶν εὐμόρφων ἂν εἴποι τις γυναικῶν, ἔνθα καὶ μέτριον τὸ ἀτύχημα: τὸ γὰρ κάλλος [p. 47] ἔχει παρηγορίαν τῶν κακῶν, καὶ τοῦτ̓ ἔστιν ἐν ἀτυχήμασιν εὐτύχημα: εἰ δὲ μηδὲ εὔμορφος, ὡς φῄς, συμφορὰ διπλῆ. Καὶ πῶς ἄν τις ἀνάσχοιτο, καὶ ταῦτα μειράκιον οὕτω καλόν; [9] Μή, πρὸς θεῶν, Χαρίκλεις, μήπω μοι δοῦλος γένῃ, μηδὲ τὸ ἄνθος πρὸ καιροῦ τῆς ἥβης ἀπολέσῃς. Πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοῦτ̓ ἔστι τοῦ γάμου τὸ ἀτύχημα: μαραίνει τὴν ἀκμήν. Μή, δέομαι, Χαρίκλεις, μήπω μοι μαρανθῇς: μὴ παραδῷς εὔμορφον τρυγῆσαι ῥόδον ἀμόρφῳ [10] γεωργῷ.’ Καὶ Χαρικλῆςταῦτα μὲνἔφηθεοῖς κἀμοὶ μελήσει: καὶ γὰρ εἰς τὴν προθεσμίαν τῶν γάμων χρόνος ἐστὶν ἡμερῶν, πολλὰ δ̓ ἂν γένοιτο κἀν νυκτὶ μιᾷ. [11] Τὸ δὲ νῦν ἔχον ἐφ̓ ἱππασίαν ἄπειμι. Ἐξὅτου γάρ μοι τὸν ἵππον ἐχαρίσω τὸν καλόν, οὔπω σου τῶν δώρων ἀπέλαυσα. Ἐπικουφιεῖ δέ μοι τὸ γυμνάσιον τῆς ψυχῆς τὸ λυπούμενον.’ μὲν οὖν ἀπῄει τὴν τελευταίαν ὁδόν, ὕστατα καὶ πρῶτα μελλήσων ἱππάζεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: