Εἲς Σελήνην
μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,
ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς:
ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος
κρατὸς ἀπ᾽ ἀθανάτοιο, πολὺς δ᾽ ὑπὸ κόσμος ὄρωρεν
5 αἴγλης λαμπούσης: στίλβει δέ τ᾽ ἀλάμπετος ἀὴρ
χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δ᾽ ἐνδιάονται,
εὖτ᾽ ἂν ἀπ᾽ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν,
εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη,
ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας,
10ἐσσυμένως προτέρωσ᾽ ἐλάσῃ καλλίτριχας ἵππους,
ἑσπερίη, διχόμηνος: ὃ δὲ πλήθει μέγας ὄγμος
λαμπρόταταί τ᾽ αὐγαὶ τότ᾽ ἀεξομένης τελέθουσιν
οὐρανόθεν: τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.
τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ:
15ἣ δ᾽ ὑποκυσαμένη Πανδείην γείνατο κούρην,
ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.
χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη,
πρόφρον, ἐυπλόκαμος: σέο δ᾽ ἀρχόμενος κλέα φωτῶν
ᾁσομαι ἡμιθέων, ὧν κλείουσ᾽ ἔργματ᾽ ἀοιδοί,
20Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.