previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] δεῖ. οὐκοῦν ὅτι μὲν καὶ νομιμώτερον καὶ συμφορώτερον 1 καὶ πρὸς τἆλλα πάντα καὶ πρὸς αὐτοὺς τοὺς λῃστὰς τοῦθ᾽ ὅπερ ἐγὼ λέγω ἐστί, πᾶς ἄν τις ὑμῶν ὁμολογήσειε. χωρὶς δὲ τούτου καὶ ἐκεῖνο ὁρᾶτε οἷόν ἐστι, τὸ πάσας ὑμῶν τὰς ἄλλας ἀρχὰς ἐπὶ τῇ τῶν καταποντιστῶν προφάσει καταλυθῆναι, καὶ μηδεμίαν αὐτῶν μήτε ἐν τῇ Ἰταλίᾳ μήτε ἐν τῇ ὑπηκόῳ τὸν χρόνον τοῦτον ... 2

[p. 60]Κάτλου δέ τινος τῶν ἀρίστων ἀνδρῶν εἰρηκότος πρὸς τὸν δῆμονἐὰν ἐπὶ ταῦτα ἐκπεμφθεὶς σφαλῇ, οἷα ἔν γε 3 ἀγῶσι πολλοῖς καὶ τούτοις θαλαττίοις φιλεῖ γίνεσθαι, τίνα ἄλλον ἀντ᾽ αὐτοῦ πρὸς τὰ ἀναγκαιότερα εὑρήσετε;’ ὅμιλος σύμπας ὥσπερ ἀπὸ συγκειμένου τινὸς ἀνεβόησεν εἰπὼνσέ.’ καὶ οὕτω Πομπήιος τὴν ἡγεμονίαν τῆς θαλάσσης τῶν τε νήσων καὶ τῆς ἠπείρου ἐς τετρακοσίους σταδίους ἀπὸ τῆς θαλάσσης ἄνω εἰλήφει.” Xiphil. p. 4, 2-11 Dind.

1 kai\ sumforw/teron supplied by Reim.

2 The following two fragments sould seem to belong here if the number of the book is correctly given: “Δίων λς βιβλίῳ: “οὔτε ἀνεπίφθονον ἔσται αὐτῷ πάντων τῶν ὑμετέρων μοναρχῆσαι.”Bekk. Anecd. 157, 30. “*di/wn ls bibli/w|: “dei= de\ dh/pou kai\ tou= toiou/tou to\n fro/nimon a)/ndra pronoei=sqai.”” Ib. 166, 21.

3 ge Bk., te *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: