Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[597β]
μὴ γάρ.βούλει οὖν, ἔφην, ἐπ᾽ αὐτῶν τούτων ζητήσωμεν τὸν μιμητὴν τοῦτον, τίς ποτ᾽ ἐστίν;εἰ βούλει, ἔφη.οὐκοῦν τριτταί τινες κλῖναι αὗται γίγνονται: μία μὲν ἡ ἐν τῇ φύσει οὖσα, ἣν φαῖμεν ἄν, ὡς ἐγᾦμαι, θεὸν ἐργάσασθαι. ἢ τίν᾽ ἄλλον;οὐδένα, οἶμαι.μία δέ γε ἣν ὁ τέκτων.ναί, ἔφη.μία δὲ ἣν ὁ ζωγράφος. ἦ γάρ;ἔστω.ζωγράφος δή, κλινοποιός, θεός, τρεῖς οὗτοι ἐπιστάται τρισὶν εἴδεσι κλινῶν.ναὶ τρεῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.