Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[382δ]
ἐλέγομεν ταῖς μυθολογίαις, διὰ τὸ μὴ εἰδέναι ὅπῃ τἀληθὲς ἔχει περὶ τῶν παλαιῶν, ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος ὅτι μάλιστα, οὕτω χρήσιμον ποιοῦμεν;καὶ μάλα, ἦ δ᾽ ὅς, οὕτως ἔχει.κατὰ τί δὴ οὖν τούτων τῷ θεῷ τὸ ψεῦδος χρήσιμον; πότερον διὰ τὸ μὴ εἰδέναι τὰ παλαιὰ ἀφομοιῶν ἂν ψεύδοιτο;γελοῖον μεντἂν εἴη, ἔφη.ποιητὴς μὲν ἄρα ψευδὴς ἐν θεῷ οὐκ ἔνι.οὔ μοι δοκεῖ.ἀλλὰ δεδιὼς τοὺς ἐχθροὺς ψεύδοιτο;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.