previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. ἔδει δὲ 1 ῾οὐ γὰρ ἔστιν οὔτε προϊδέσθαι πάντα ἀνθρώπῳ ὄντι οὔτ᾽ ἀποτροπὴν τῶν ἀναγκαίως ἐσομένων εὑρεῖν᾽ τιμωρούς τινας τῆς ἀδικίας αὐτοῦ ἐκ τῆς κόρης ἐκείνης γεννηθῆναι.” M. 4 (p. 136).[p. 14] [p. 16] [3] ὅτι στασιάσαντες πρὸς ἀλλήλους Ῥέμος καὶ Ῥωμύλος ἔκδηλον ἐποίησαν ὅτι τινὲς καὶ πάνυ ἀσφαλέστερον τοὺς κινδύνους τῶν εὐτυχιῶν συνδιαφέρουσιν.” M. 5 (p. 136).[4] καὶ αὐτοί τε ἐξέμαθον καὶ τοὺς ἄλλους ἐξεδίδαξαν ὅτι οὔθ᾽ οἱ τιμωρούμενοί τινας κατορθοῦσι πάντως, ὅτι προηδίκηνται, οὔθ᾽ οἱ παρὰ τῶν κρειττόνων ἀπαιτοῦντές τινα ἀπολαμβάνουσιν αὐτά, ἀλλὰ πολλάκις καὶ τὰ λοιπὰ προσαπολλύουσιν.” M. 6 (p. 136).[5] ὅτι Ἑρσιλία καὶ αἱ ἄλλαι αἱ ὁμόφυλοι γυναῖκες τηρήσασαί ποτε ἀντιπαρατεταγμένους σφᾶς κατέδραμον ἀπὸ τοῦ Παλατίου μετὰ τῶν [p. 18] παιδίων ῾ἤδη γάρ τινα ἐγεγέννητὀ καὶ ἐς τὸ μεταίχμιον ἐξαπίνης ἐσπεσοῦσαι πολλὰ καὶ οἰκτρὰ καὶ εἶπον καὶ ἐποίησαν: τοτὲ μὲν γὰρ πρὸς τούτους τοτὲ δὲ πρὸς ἐκείνους βλέπουσαιτί ταῦταἔφασανποιεῖτε, πατέρες ; τί ταῦτα, ’”

1 e)/dei de\ supplied by Bk.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: