previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐν τούτῳ τῷ χρόνῳ ἔκειντο ἄθυμοι, πολλὰ προσδοκῶντες, ἀλλήλοις διαλεγόμενοι, συνεχὲς ὀμνύοντες τηρήσειν τὰ συγκείμενα. [2] Ἔρχονται δὴ πρὸς αὐτοὺς Κόρυμβος καὶ Εὔξεινος καὶ φράσαντες ἰδίᾳ τι θέλειν εἰπεῖν, ἀπάγουσι καθ̓ αὑτοὺς μὲν τὴν Ἄνθειαν, δὲ τὸν Ἁβροκόμην. Τοῖς δὲ αἵ τε ψυχαὶ ἐκραδαίνοντο καὶ οὐδὲν ὑγιὲς ὑπενόουν. [3] Λέγει οὖν Εὔξεινος πρὸς τὸν Ἁβροκόμην ὑπὲρ Κορύμβουμειράκιον, εἰκὸς μέν σε ἐπὶ τῇ συμφορᾷ φέρειν χαλεπῶς, οἰκέτην μὲν ἐξ ἐλευθέρου γενόμενον, πένητα δὲ ἀντ̓ εὐδαίμονος: δεῖ δέ σε τῇ τύχῃ πάντα λογίσασθαι καὶ στέργειν τὸν κατέχοντα δαίμονα καὶ τοὺς γενομένους δεσπότας ἀγαπᾶν. [4] Ἴσθι γὰρ ὡς ἔνεστί σοι καὶ εὐδαιμοσύνην καὶ ἐλευθερίαν ἀπολαβεῖν, εἰ θελήσεις πείθεσθαι τῷ δεσπότῃ Κορύμβῳ: ἐρᾷ γὰρ σοῦ σφοδρὸν ἔρωτα καὶ πάντων ἕτοιμός ἐστι δεσπότην ποιεῖν τῶν ἑαυτοῦ. Πείσῃ δὲ χαλεπὸν μὲν οὐδέν, εὐνούστερον δὲ σεαυτῷ τὸν δεσπότην ἐργάσῃ. [5] Ἐννόησον δὲ ἐν οἷς ὑπάρχεις: βοηθὸς μὲν οὐδείς, γῆ δὲ αὕτη ξένη καὶ δεσπόται λῃσταὶ καὶ οὐδεμία τιμωρίας ἀποφυγὴ ὑπερηφανήσαντι Κόρυμβον. Τί δέ σοι γυναικὸς δεῖ νῦν καὶ πραγμάτων; τί δὲ ἐρωμένης τηλικῷδε ὄντι; πάντα ἀπόρριψον, πρὸς μόνον δεῖ σε τὸν δεσπότην βλέπειν, τούτῳ κελεύσαντι ὑπακούειν.’ [p. 346] [6] Ἀκούσας Ἁβροκόμης εὐθὺς μὲν ἀχανὴς ἦν καὶ οὔτε τι ἀποκρίνεσθαι εὕρισκεν, ἐδάκρυε δὲ καὶ ἀνέστενε πρὸς αὑτὸν ἀφορῶν, εἰς οἷα ἄρα ἐλήλυθε: καὶ δὴ λέγει πρὸς τὸν Εὔξενονἐπίτρεψον, δέσποτα, βουλεύσασθαι βραχύ, καὶ πρὸς πάντα ἀποκρινοῦμαί σοι τὰ ῥηθέντα.’ [7] Καὶ μὲν Εὔξεινος ἀνεχώρει: δὲ Κόρυμβος τῇ Ἀνθείᾳ διείλεκτο τὸν ἔρωτα τὸν Εὐξείνου καὶ τὴν παροῦσαν ἀνάγκην καὶ ὅτι δεῖ πάντως αὐτὴν πείθεσθαι τοῖς δεσπόταις: ὑπέσχετο δὲ πολλά καὶ γάμον νόμιμον καὶ χρήματα πεισθείσῃ καὶ περιουσίαν. δὲ αὐτῷ τὰ ὅμοια ἀπεκρίνατο, αἰτησαμένη βραχὺν βουλεύσασθαι χρόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: