This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3] Ὡς δὲ εἶδον ἀλλήλους, εὐθὺς ἀνεγνώρισαν: τοῦτο γὰρ αὐτοῖς ἐβούλοντο αἱ ψυχαί: καὶ περιλαβόντες ἀλλήλους εἰς γῆν κατηνέχθησαν: κατεῖχε δὲ αὐτοὺς πολλὰ ἅμα πάθη, ἡδονή, λύπη, φόβος, ἡ τῶν προτέρων μνήμη, τὸ τῶν μελλόντων δέος: ὁ δὲ δῆμος ὁ Ῥοδίων ἀνευφήμησέ τε καὶ ἀνωλόλυξε, μεγάλην θεὸν ἀνακαλοῦντες τὴν Ἶσιν, ‘πάλιν’ λέγοντες ‘ὁρῶμεν Ἁβροκόμην καὶ Ἄνθειαν τοὺς καλούς.’ Οἱ δὲ ἀναλαβόντες ἑαυτούς,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.