This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4] Καὶ τότε μὲν ἀνεπαύσαντο δἰ ὅλης τῆς νυκτός: ἔννοια δὲ πάντων Ἁβροκόμην εἰσήρχετο, Ἀνθείας, τοῦ θανάτου, τοῦ τάφου, τῆς ἀπωλείας. Καὶ δὴ οὐκέτι καρτερῶν, λαθὼν πάντας ῾ἔκειντο δὲ ὑπὸ μέθης οἱ περὶ τὸν Ἱππόθοον̓ ἔξεισιν ὡς δή τινος χρῄζων, καὶ καταλιπὼν πάντας ἐπὶ τὴν θάλατταν ἔρχεται καὶ ἐπιτυγχάνει νεὼς εἰς Ἀλεξάνδρειαν ἀναγομένης, καὶ ἐπιβὰς ἀνάγεται ἐλπίζων δὴ τοὺς λῃστὰς τοὺς συλήσαντας πάντα ἐν Αἰγύπτῳ καταλήψεσθαι: ὡδήγει δὲ αὐτὸν εἰς ταῦτα ἐλπὶς δυστυχής.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.