[6]
καὶ συμπεραινομένου, ἐὰν ἐρώτημα ποιῇ τὸ συμπέρασμα, τὴν αἰτίαν εἰπεῖν, οἷον Σοφοκλῆς, ἐρωτώμενος ὑπὸ Πεισάνδρου εἰ ἔδοξεν αὐτῷ, ὥσπερ καὶ τοῖς ἄλλοις προβούλοις, καταστῆσαι τοὺς τετρακοσίους, ἔφη “τί δέ; οὐ πονηρά σοι ταῦτα ἐδόκει εἶναι;” ἔφη. “οὐκοῦν σὺ ταῦτα
ἔπραξας τὰ πονηρά;” “ναὶ”, ἔφη, “οὐ γὰρ ἦν ἄλλα βελτίω”. καὶ ὡς ὁ Λάκων εὐθυνόμενος τῆς ἐφορίας, ἐρωτώμενος εἰ δοκοῦσιν αὐτῷ δικαίως ἀπολωλέναι ἅτεροι, ἔφη. ὁ δὲ “οὐκοῦν σὺ τούτοις ταὐτὰ ἔθου;” καὶ ὃς ἔφη. “οὐκοῦν δικαίως ἄν”, ἔφη, “καὶ σὺ ἀπόλοιο;” “οὐ δῆτα”, ἔφη, “οἱ μὲν γὰρ χρήματα
λαβόντες ταῦτα ἔπραξαν, ἐγὼ δὲ οὔ, ἀλλὰ γνώμῃ.” διὸ οὔτε ἐπερωτᾶν δεῖ μετὰ τὸ συμπέρασμα,
οὔτε τὸ συμπέρασμα ἐπερωτᾶν, ἐὰν μὴ τὸ πολὺ περιῇ τοῦ ἀληθοῦς.
Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Table of Contents:
![>](/img/east.gif)
![>](/img/east.gif)
![view as XML](/img/xml.gif)
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ars Rhetorica. Aristotle. W. D. Ross. Oxford. Clarendon Press. 1959.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.