previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9]

ἀντίθεσις μὲν οὖν τὸ τοιοῦτον ἐστίν, παρίσωσις δ᾽ ἐὰν
ἴσα τὰ κῶλα, παρομοίωσις δὲ ἐὰν ὅμοια τὰ ἔσχατα ἔχῃ ἑκάτερον τὸ κῶλον: ἀνάγκη δὲ ἐν ἀρχῇ ἐπὶ τελευτῆς ἔχειν, καὶ ἐν ἀρχῇ μὲν ἀεὶ τὰ ὀνόματα, ἐπὶ δὲ τελευτῆς τὰς ἐσχάτας συλλαβὰς τοῦ αὐτοῦ ὀνόματος πτώσεις τὸ αὐτὸ ὄνομα: ἐν ἀρχῇ μὲν τὰ τοιαῦτα, “ἀγρὸν γὰρ ἔλαβεν ἀργὸν
παρ᾽ αὐτοῦ”, “δωρητοί τ᾽ ἐπέλοντο παράρρητοί τ᾽ ἐπέεσσιν:

Hom. Il. 9.526 ἐπὶ τελευτῆς δέᾠήθης ἂν αὐτὸν οὐ παιδίον τετοκέναι, ἀλλ᾽ αὐτὸν παιδίον γεγονέναι”, “ἐν πλείσταις δὲ φροντίσι καὶ ἐν ἐλαχίσταις ἐλπίσιν”. πτώσεις δὲ ταὐτοῦἀξιοῖ δὲ σταθῆναι
χαλκοῦς, οὐκ ἄξιος ὢν χαλκοῦ;” ταὐτὸ δ᾽ ὄνομασὺ δ᾽ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς καὶ νῦν γράφεις κακῶς”. ἀπὸ συλλαβῆς δέτί ἂν ἔπαθες δεινόν, εἰ ἄνδρ᾽ εἶδες ἀργόν;” ἔστιν δὲ ἅμα πάντα ἔχειν ταὐτό,
καὶ ἀντίθεσιν εἶναι τὸ αὐτὸ καὶ πάρισον καὶ ὁμοιοτέλευτον. αἱ δ᾽ ἀρχαὶ τῶν περιόδων σχεδὸν ἐν τοῖς Θεοδεκτείοις ἐξηρίθμηνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: