[2] τῷ γράψαντι τὰ Ἀρκαδικά. εἰσὶ δὲ καὶ οἳ δεῦρο μὲν ἀφικέσθαι τὸν Αἰνείαν μυθολογοῦσιν, οὐ μέντοι τήν γε τελευτὴν αὐτῷ τοῦ βίου συμπεσεῖν ἐν τοῖς2δε τοῖς χωρίοις, ἀλλ᾽ ἐν Ἰταλίᾳ, ὡς ἄλλοί τε πολλοὶ δηλοῦσι καὶ Ἀγάθυλλος Ἀρκὰς ὁ ποιητὴς ἐν ἐλεγείῳ λέγων ὧδε:
ἵκετο δ᾽ Ἀρκαδίην, Νήσῳ δ᾽ ἐγκάτθετο παῖδας
δοιάς, Κωδώνης λέκτρα καὶ Ἀνθεμόνης.
αὐτὸς δ᾽ Ἑσπερίην ἔσυτο χθόνα, γείνατο δ᾽ υἷα Ῥωμύλον.