previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3] ταῦτα γὰρ οὔτε τοῖς συμμάχοις ὡς ἀδικουμένοις ὀργῆς παρέξει δικαίας προφάσεις, οὔτε τῷ δήμῳ δέος, μὴ δόξῃ τὰ κερδαλεώτερα πρὸ τῶν εὐπρεπεστέρων αἱρεῖσθαι. τῇ τε αἱρέσει τῶν ἀνδρῶν, οὓς Ἄππιος ἠξίου ὁριστὰς γενέσθαι τῆς δημοσίας γῆς, πάνυ εὐδοκῶ. πολλὴν γὰρ ἡμῖν τοῦτ᾽ οἴσει παρρησίαν πρὸς τοὺς δημοτικούς, ἐπεὶ νῦν γ᾽ ἄχθονται κατ᾽ ἀμφότερα, καὶ ὅτι αὐτοὶ τῶν δημοσίων οὐθὲν ἀπολαύουσι κτημάτων, [p. 241] καὶ ὅτι ἐξ ἡμῶν τινες οὐ δικαίως αὐτὰ καρποῦνται. ἐὰν δὲ δημοσιωθέντα ἴδωσι καὶ τὰς ἀπ᾽ αὐτῶν προσόδους εἰς τὰ κοινὰ καὶ ἀναγκαῖα δαπανωμένας, οὐδὲν ὑπολήψονται σφίσι διαφέρειν τῆς γῆς τῶν ἐξ αὐτῆς καρπῶν μετέχειν. ἐῶ γὰρ λέγειν, ὅτι 1 τῶν ἀπόρων ἐνίους μᾶλλον εὐφραίνουσιν αἱ ἀλλότριαι βλάβαι τῶν ἰδίων ὠφελειῶν. οὐ μὴν ἀποχρῆν γ᾽ οἴομαι τούτων ἑκάτερον ἐν τῷ ψηφίσματι γράφειν, ἀλλὰ καὶ δι᾽ ἄλλης τινὸς οἴομαι δεῖν θεραπείας μετρίας τὸν δῆμον οἰκειώσασθαί τε καὶ ἀναλαβεῖν: ἣν μετὰ μικρὸν ἐρῶ, τὴν αἰτίαν πρῶτον ὑμῖν ἀποδειξάμενος, μᾶλλον δὲ τὴν ἀνάγκην, δι᾽ ἣν καὶ τοῦτο πρακτέον ἡμῖν.

1

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: