ἡγείσθω μὲν αὐτὸς Ἀσκληπιὸς ὁ φήνας τὸ ὄναρ, ἡγείσθω δὲ Διόνυσος αὐτὸς, ᾧ χορεῦσαι δεῖ, Ἀπόλλων τε
μουσηγέτης, τοῦ μὲν πατὴρ, τοῦ δὲ ἀδελφὸς, ὡς λόγος.
τοὺς μὲν οὖν τελέους ὕμνους τε καὶ λόγους περὶ Διονύσου
Ὀρφεῖ καὶ Μουσαίῳ παρῶμεν καὶ τοῖς ἀρχαίοις τῶν νομοθετῶν: αὐτοὶ δὲ ὡσπερεὶ συμβόλου χάριν ὡς οὐ τῶν ἀμυήτων ἄρ᾽ ἦμεν, συμμέτρῳ τῇ φωνῇ προσείπωμεν τὸν θεόν:
πάντως δὲ καὶ μήκη καὶ βραχύτητες καὶ ὁτιοῦν τῶν ἐν τῇ
φύσει φίλον αὐτῷ. καί πως καὶ τὰ ἐκ τοῦ ὀνείρατος συμβαίνει, τὸ δεῖν εἶναι πολυμηχάνους περὶ τοὺς λόγους. Ζεὺς
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.