πάντα μᾶλλον, ὦ ἄνδρες Ἀθηναῖοι, ἔγωγ᾽ ἂν ᾤμηνἢ Δημοσθένη ποτὲ τουτονὶ πρὸς τοσοῦτον ἀπονοίας καὶ τοῦ μὴ καλῶς ἔχοντος ἥκειν ὡς καὶ ἀτελείας ἕνεχ᾽ ἡμῖν συμβεβουλευκέναι προῆχθαι, καὶ τοῦτο πολλοῦ τινος εἶναι φάναι, καὶ φέρειν εἰς δόξαν τοῖς δοῦσιν οὐχ ἧττον ἢ τοῖς λαβοῦσιν: οἷς καὶ εἴ τις ἄλλος ἐγχειρεῖν ἠξίου, τοῦτον αὐτὸν πρῶτον ἔδει παντὶ σθένει διακωλύειν πειρᾶσθαι, οὐ μόνον ὅτι τῶν ἀλυσιτελῶν τοῦτ᾽ ἐστὶ καθάπαξ τῇ πόλει, [p. 610] ὡς προϊόντος ἐπιδείξω τοῦ λόγου: —ὁ δὲ πᾶν τοὐναντίον αὐτῇ καὶ βούλεται καὶ συνεύχεται, καὶ οὕτω τὸν ἀεὶ
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.