Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5] Ἀνιμήσαντο δὲ καὶ τὸν ἄθλιον τράγον συντεθραυσμένον ἄμφω τὰ κέρατα: τοσοῦτον ἄρα ἡ δίκη μετῆλθε τοῦ νικηθέντος τράγου. Τοῦτον μὲν δὴ τυθησόμενον χαρίζονται σῶστρα τῷ βουκόλῳ, καὶ ἔμελλον ψεύδεσθαι πρὸς τοὺς οἴκοι λύκων ἐπιδρομήν, εἴ τις [p. 248] αὐτὸν ἐπόθησεν: αὐτοὶ δὲ ἐπανελθόντες ἐπεσκόπουν τὴν ποίμνην καὶ τὸ αἰπόλιον: καὶ ἐπεὶ κατέμαθον ἐν κόσμῳ νομῆς καὶ τὰς αἶγας καὶ τὰ πρόβατα, καθίσαντες ὑπὸ στελέχει δρυὸς ἐσκόπουν μή τι μέρος τοῦ σώματος ὁ Δάφνις ᾕμαξε καταπεσών.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.