Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ [3] Ἔρρει μοι καὶ αἱ αἶγες καὶ τὰ λοιπὰ πάντα: ἀλλ̓ οὐ μὰ τὸν Πᾶνα καὶ τὰς Νύμφας, οὐδ̓ εἰ μέλλω βοῦς, φασίν, ἐν αὐλίῳ καταλείπεσθαι, τὴν Δάφνιδος τύχην ἥτις ἐστὶν οὐ σιωπήσομαι, ἀλλὰ καὶ ὅτι εὗρον ἐκκείμενον ἐρῶ καὶ ὅπως τρεφόμενον μηνύσω καὶ ὅσα εὗρον συνεκκείμενα δείξω. Μαθέτω Γνάθων ὁ μιαρὸς οἷος ὢν οἵων ἐρᾷ. Παρασκεύαζέ μοι μόνον εὐτρεπῆ τὰ γνωρίσματα.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.