previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιαῦτα πολλὰ ὑπὸ ἀπαιδευσίας ληροῦσι, τὰ μὲν ἀξιόρατα οὔτε ὁρῶντες οὔτ᾽, εἰ βλέποιεν, κατ᾽ ἀξίαν εἰπεῖν δυνάμενοι, ἐπινοοῦντες δὲ καὶ ἀναπλάττοντες, τι κεν ἐπ᾽ ἀκαιρίμαν γλῶσσαν, φασίν, ἔλθῃ, καὶ ἐπὶ τῷ ἀριθμῷ τῶν βιβλίων ἔτι σεμνυνόμενοι, καὶ μάλιστα ἐπὶ ταῖς ἐπιγραφαῖς: καὶ γὰρ αὖ καὶ αὗται παγγέλοιοι: τοῦ δεῖνος Παρθικῶν νικῶν τοσάδε: καὶ αὖ: Παρθίδος πρῶτον, δεύτερον, ὡς Ἀτθίδος δῆλον ὅτι. ἄλλος ἀστειότερον παρὰ πολύἀνέγνων γάρΔημητρίου Σαγαλασσέως Παρθονικικά: οὐδ᾽ ὡς ἐν γέλωτι ποιήσασθαι καὶ ἐπισκῶψαι τὰς ἱστορίας οὕτω καλὰς οὔσας, ἀλλὰ τοῦ χρησίμου ἕνεκα ὡς ὅστις ἂν ταῦτα καὶ τὰ τοιαῦτα φεύγῃ, πολὺ μέρος ἤδη ἐς τὸ ὀρθῶς συγγράφειν οὗτος προείληφε, μᾶλλον [44] δὲ ὀλίγων ἔτι προσδεῖται, εἴ γε ἀληθὲς ἐκεῖνό φησιν διαλεκτική, ὡς τῶν ἀμέσων θατέρου ἄρσις τὸ ἕτερον πάντως ἀντεισάγει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: