Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τάχος ἐπὶ πᾶσι χρήσιμον, καὶ μάλιστα εἰ μὴ
[65]
ἀπορία τῶν λεκτέων εἴη: καὶ τοῦτο πορίζεσθαι χρὴ μὴ
τοσοῦτον ἀπὸ τῶν ὀνομάτων ἢ ῥημάτων, ὅσον ἀπὸ τῶν
πραγμάτων: λέγω δέ, εἰ παραθέοις μὲν τὰ μικρὰ καὶ
ἧττον ἀναγκαῖα, λέγοις δὲ ἱκανῶς τὰ μεγάλα: μᾶλλον δὲ
καὶ παραλειπτέον πολλά. οὐδὲ γὰρ ἢν ἑστιᾷς τοὺς φίλους
[p. 28]
καὶ πάντα ᾖ παρεσκευασμένα, διὰ τοῦτο ἐν μέσοις τοῖς
πέμμασι καὶ τοῖς ὀρνέοις καὶ λοπάσι τοσαύταις καὶ συσὶν
ἀγρίοις καὶ λαγωοῖς καὶ ὑπογαστρίοις καὶ σαπέρδην ἐνθήσεις
καὶ ἔτνος, ὅτι κἀκεῖνο παρεσκεύαστο, ἀμελήσεις
δὲ τῶν εὐτελεστέρων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.