previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6. [3] ἐπειδὴ γὰρ εὖ ἠπίστατο τοὺς πολλοὺς τῶν ἀνθρώπων τὸ μὲν ὁμοφυές σφισι καὶ σύννομον ἐν ὀλιγωρίᾳ ὡς μηδὲν βέλτιον ἑαυτῶν 1 ὂν ποιουμένους, τὸ δὲ ἀφανὲς καὶ ἀλλοῖον ὡς καὶ κρεῖσσον πίστει τοῦ θείου θεραπεύοντας, χωρίον τέ τι ταῖς Μούσαις ἱέρωσεν...” M. 10 (p. 138).[4] Δίων α βιβλίῳταῦτά τε οὖν Νουμᾶς ἐνόμισεν.’” Bekk. Anecd. p. 158, 23.[p. 28] [5] ὅτι 2 δι᾽ ἑαυτῶν τότε κατέστησαν πίστιν τοῦ θείου λαβόντες, κἀκ τούτου αὐτοί τε ἐν εἰρήνῃ καὶ πρὸς ἀλλήλους καὶ πρὸς τοὺς ἀλλοφύλους παρὰ πᾶσαν τὴν τοῦ Νουμᾶ ἀρχὴν διεγένοντο, καὶ ἐκεῖνος οὐκ ἀθεεί σφισι ἐξ ἴσου τῷ Ῥωμύλῳ ὑπάρξαι ἔδοξεν. φασὶ δὲ αὐτὸν οἱ τὰ σαφέστατα Σαβίνων εἰδότες ἐν τῇ αὐτῇ ἡμέρᾳ ἐν Ῥώμη [6] ἐκτίσθη γεγεννῆσθαι. οὕτω μὲν δὴ δι᾽ ἀμφοτέρους αὐτοὺς καὶ ἰσχυρὰ ταχὺ καὶ εὔκοσμος πόλις ἐγένετο, τοῦ μὲν τὰ πολεμικὰ αὐτὴν ἀναγκαίως ἅτε καὶ νεόκτιστον οὖσαν ἀσκήσαντος, τοῦ δὲ τὰ εἰρηνικὰ προσεκδιδάξαντος, ὥστ᾽ αὐτὴν ἐν ἑκατέρῳ ὁμοίως διαπρέψαι.” V. 3 (p. 569).[p. 30] [7β] α βιβλίῳ Δίωνκαὶ γὰρ ἐν ἀρχαῖς τισι τελευταίων ὀριγνώμενοι καὶ τὰς δαπάνας οὐκ ἀκουσίως 3 ὑπομένομεν.’” Bekk. Anecd. p. 161, 3.[p. 32]

1 e(autw=n Mai, e(auto\n Ms.

2 e)/peita kai\, prefixed to o(/ti in the Ms., due to the excerptor.

3 a)kousi/ws Bs., a)kousi/ous Ms.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: