This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ τῆς δυνάμεως τῶν πρὸς τὸν ἥλιον σχηματισμῶν Ἤδη μέντοι καὶ παρὰ τοὺς πρὸς τὸν ἥλιον συσχηματισμοὺς ἥ τε σελήνη καὶ οἱ τρεῖς τῶν πλανωμένων τὸ μᾶλλον καὶ ἧττον λαμβάνουσιν ἐν ταῖς οἰκείαις ἑαυτῶν δυνάμεσιν. ἥ τε γὰρ σελήνη κατὰ μὲν τὴν ἀπὸ ἀνατολῆς μέχρι τῆς πρώτης διχοτόμου αὔξησιν ὑγρότητός ἐστι μᾶλλον ποιητική: κατὰ δὲ τὴν ἀπὸ πρώτης διχοτόμου μέχρι πανσελήνου, θερμότητος: κατὰ δὲ τὴν ἀπὸ πανσελήνου μέχρι δευτέρας διχοτόμου ξηρότητος: κατὰ δὲ τὴν ἀπὸ δευτέρας διχοτόμου μέχρι κρύψεως ψυχρότητος. οἵ τε πλανώμενοι καὶ ἑῷοι μόνον ἀπὸ μὲν τῆς ἀνατολῆς μέχρι τοῦ πρώτου στηριγμοῦ μᾶλλόν εἰσιν ὑγραντικοί, ἀπὸ δὲ τοῦ πρώτου στηριγμοῦ μέχρι τῆς ἀκρονύκτου μᾶλλον θερμαντικοί, ἀπὸ δὲ τῆς ἀκρονύκτου μέχρι τοῦ δευτέρου στηριγμοῦ μᾶλλον ξηραντικοί, ἀπὸ δὲ τοῦ δευτέρου στηριγμοῦ μέχρι δύσεως μᾶλλον ψυκτικοί: δῆλον δὲ ὅτι καὶ ἀλλήλοις συγκιρνάμενοι παμπληθεῖς διαφορὰς ποιοτήτων εἰς τὸ περιέχον ἡμᾶς ἀπεργάζονται, κατακρατούσης μὲν ὡς ἐπὶ πᾶν τῆς ἰδίας ἑκάστου δυνάμεως, τρεπομένης δὲ κατὰ τὸ ποσὸν ὑπὸ τῆς τῶν σχηματιζομένων. [p. 46]